λεʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Μαραθῶνος ἐγένετο. λϛʹ. Ἑρμῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς καὶ ἐπίσκοπος Δαλματίας ἐγένετο. λζʹ. Πατροβᾶς, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος ἐν Ποτιόλοις γέγονεν. ληʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Φιλιππουπόλεως ἐγένετο. λθʹ. Λίνος ὁ μετὰ Πέτρου τὸν ἀπόστολον Ῥώμης ἐπίσκοπος γεγονώς.