λʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ἀθηνῶν γέγονεν. λαʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ ἐπίσκοπος Παταρῶν ἐγένετο. λβʹ. Ἄγαβος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, ὅς καὶ προφητικοῦ χαρίσματος ἠξιώθη. λγʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Θηβῶν ἐγένετο. λδʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ὑρκανίας ἐγένετο.