κεʹ. Φύγελλος τὰ Σίμωνος φρονήσας Ἐφέσου ἐπίσκοπος ἐγένετο. κϛʹ. Ἑρμογένης, ὃς ἐν Μεγάροις καὶ αὐτὸς κατέστη ἐπίσκοπος. κζʹ. Δημᾶς, οὗ ὁ ἀπόστολος μνημονεύει ἐν τῇ πρὸς ιμόθεον βʹ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελλος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο, περὶ οὗ καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν. κηʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὃς καὶ αὐτὸς ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου. κθʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὃς Βρετανίας ἐπίσκοπος ἐγένετο.