κʹ. Ἀνδρόνικος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους, ὅς καὶ ἐπίσκοπος Σπανίας ἐγένετο. καʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς ωμαίους, ὅς καὶ ἐπίσκοπος Ὀδυσσοῦ ἐγένετο. κβʹ. Οὐρβανὸς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὅς ἐπίσκοπος Μακεδονίας ἐγένετο. κγʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃν καὶ Ἀνδρέας ὁ ἀπόστολος τὴν Ποντιδικὴν θάλασσαν διαπλέων ἐν Ἀργυροπόλει τῆς Θρᾴκης ἐπίσκοπον τοῦ Βυζαντίου κατέστησεν. κδʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὅς καὶ αὐτὸς ἐπίσκοπος Ἡρακλείας ἐγένετο.