ιεʹ. Σιλᾶς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας καὶ ἐν Κορίνθῳ ἐπίσκοπος γεγονώς. ιϛʹ. Λουκᾶς, ὅς κατὰ πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον σὺν Παύλῳ ἐκήρυξεν. ιζʹ. Σιλουανὸς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας Θεσσαλονίκης ἐπίσκοπος γέγονεν. ιηʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Γαλλίᾳ ἐγένετο. ιθʹ. Ἐπαίνετος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ὅς καὶ ἐπίσκοπος Καρθαγένης ἐγένετο.