ιʹ. Τίμων ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Βοστρῶν τῶν Ἀράβων γενόμενος ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων. ιαʹ. Παρμενᾶς ὁ εἷς τῶν ζʹ, ὃς ἐπ᾽ ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. ιβʹ. Νικόλαος ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Σαμαρείας γενόμενος ἑτεροδόξησεν ἅμα τῷ Σίμωνι. ιγʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτον ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξεν, ἐπίσκοπος εδιολάνου μετέπειτα γεγονώς. ιδʹ. Μάρκος, ὅς ὑπὸ Πέτρου τοῦ ἀποστόλου ἐπίσκοπος Ἀλεξανδρείας ἐγένετο καὶ εὐαγγελιστής.