Δωροθέου ἐπισκόπου Τύρου ἀρχαίου ἀνδρὸς πνευματοφόρου καὶ μάρτυρος γεγονότος ἐν τοῖς καιροῖς Λικινίου καὶ Κωνσταντίνου τῶν βασιλέων. Οὗτος ὁ προλεχθεὶς ἀοίδιμος ἀνὴρ συγγράμματα διάφορα καταλέλοιπε Ῥωμαϊκά τε καὶ Ἑλληνικά, ἐπειδήπερ καὶ ἑκατέρων τῶν γλωσσῶν ἔμπειρος ὑπῆρχε· γέγονε δὲ καὶ πολυστωρ δι᾽ εὐφυΐαν. Μετὰ δὲ τὴν τελευτὴν Διοκλητιανοῦ καὶ Λικινίου κατέλαβε καὶ αὐτὸς τὴν ἰδίαν παροικίαν καὶ ἦν ἰθύνων τὴν ἐν Τύρῳ ἐκκλησίαν μέχρις Ἰουλιανοῦ τοῦ τυράννου. Καὶ ἐπειδήπερ οὐκ αὐτοφανῶς, ἀλλὰ κρυπνῶς διὰ τῶν ἀρχόντων Ἰουλιανὸς ἀνῄρει τοὺς Χριστιανούς, πάλιν ὁ Δωρόθεος κατέλαβε τὴν Ὀδυσσούπολιν, ἔνθα καὶ συσχεθεὶς ὑπὸ τῶν Ἰουλιανοῦ ἀρχόντων, καὶ πολλοὺς αἰκισμοὺς ὑπομείνας ἐν βαθυτάιῳ γήρᾳ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ταῖς βασάναις ἐναπέθανεν, ἑκατὸν καὶ ἑπτὰ ἐτῶν ἤδη τυγχάνων. Οὗτος τοίνυν ὁ μέγας πρεσβύτης καὶ συγγράματα ἡμῖν ἐκκλησιαστικὰ καταλέλοιπεν, ἐν οἷς καὶ τὰ περὶ τῶν οʹ μαθηππ τοῦ σωτῆρος ἱστόρησε, καὶ ἔνθα ὁ καθεὶς τῶν προφητῶν καὶ ἀποστόλων τὸν βίον ἐτελεσεν. Ἐν πρώτοις μὲν τοὺς ο´ ἐκείνους εἶναι λέγει, ὧν οἱ πλείους καὶ ἐπίσκοποι ἐν διαφόροις παροικίαις ἐγένοντο, ὧν καὶ ὁ θεῖος ἀπόστολος ἐν τοῖς ἀσπασμοῖς αὐτοῦ μέμνηται· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ νεκρῶν ἀνάστασιν πάντας αὐτοὺς ἐπιστρέψαι σημαίνει καὶ ἐν τοῖς ἀποστόλοις γεγενῆσθαι, ὧν καὶ τὰς ἐπωνυμίας ὧδε που οὗτος ἐπισημαίνεται λέγων. αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπ᾽ αὐτοῦ τοῦ κυρίου γενόμενος. βʹ. Κλεοπᾶς ὁ καὶ Συμεών, ὁ ἀνέψιος τοῦ κυρίου γεo γενόμενος καὶ δεύτερος ἐπίσκοπος Ἱεροσολύμων, ὅς καὶ εἶδεν αὐτὸν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. γʹ. Ματθίας ὁ ἀναπληρώσας τὸν ἀριθμὸν τῶν ιβʹ ἀποστόλων. δʹ. Θαδδαῖος ὁ τὴν ἐπιστολὴν Αὐγάρῳ τοπάρχῳ ἀποκοs ἐν Ἐδέσσῃ καὶ ἰασάμενος αὐτοῦ τὸ πάθος.