θʹ. Σοφονίας ἑρμηνεύεται σκοπιὰ κυρίου. Οὗτος ἦν ἐκ φυλῆς Συμεὼν ἀγροῦ Σαρὼθ καὶ προεφήτευσε περὶ τῆς πόλεως Ἱερουσαλὴμ καὶ περὶ τέλους Ἰσραὴλ καὶ ἀντεισαγωγῆς καὶ σωτηρίας ἐθνῶν, καὶ αἰσχύνης ἀσεβῶν, καὶ δόξης δικαίων, καὶ κριτοῦ πάσης πνοῆς· καὶ θανὼν ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ.