ηʹ. Ἀμβακοὺμ ἢ Ἀββακού, ἑρμηνεύεται πατὴρ ἐγέρσεως. [Ἀμβακοὺμ ὁ προφήτης ἦν ἐξ ἀγροῦ Βεθουχάρ, φυλῆς Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰμαλωσίας περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλὴμ καὶ ἐπένθησε σφόδρα. Καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσραήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, ἦν οὗτος παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα ἀπενέγκαι τοῖς ἐργάταις, προεφήτευσε τοῖς Ἰουδαίοις εἰπών· Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδενὶ εἶπε τὸ γεγονός. Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανὼν ἐτάφη ἐκεῖ ἐν ἀγρῷ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται. Καὶ τότε τὸ ἅπλωμα τοῦ Δαβεὶρ εἰς μικρὰ διαῤῥαγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσεται· καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Ταῦτα δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ τοῖς ἐπὶ τέλει γνωσθήσεται κύριος.] θʹ. Σοφονίας ἑρμηνεύεται σκοπιὰ κυρίου. Οὗτος ἦν ἐκ φυλῆς Συμεὼν ἀγροῦ Σαρὼθ καὶ προεφήτευσε περὶ τῆς πόλεως Ἱερουσαλὴμ καὶ περὶ τέλους Ἰσραὴλ καὶ ἀντεισαγωγῆς καὶ σωτηρίας ἐθνῶν, καὶ αἰσχύνης ἀσεβῶν, καὶ δόξης δικαίων, καὶ κριτοῦ πάσης πνοῆς· καὶ θανὼν ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ. ιʹ. Ἀγγαῖος ἑορτάζων ἑρμηνεύεται. Οὗτος ἐτέχθη εἰς Βαβυλῶνα· ἦν δὲ ἐκ φυλῆς Λευὶ καὶ ἔτι νέος ὤν ἦλθεν ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσεν· καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ ἀποθανὼν ἐν Ἱερουσαλὴμ ἐτάφη πλησίον τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί, ἐπειδὴ καὶ αὐτὸς ἦν ἐκ γένους ἱερατικοῦ.