εʹ. Ἰωνᾶς ἑρμηνεύεται ὑψίστου πονοῦντος ἢ περιστερά. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθὲμ πλησίον Ἀζώτου πόλεως Ἐλλήνων κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, ἀπελθὼν εἰς Νινευῒ καὶ κηρύξας καὶ ἀνακάμψας οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν ἐν τῇ Ἀσσοὺρ χώρᾳ ἀλλοφύλων ἐθνῶν· ἔλεγεν γάρ, ὅτι οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως. Ἦν τις Ἠλίας ἐλέγχων τὸν Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τῆν γῆν ἔφυγε· καὶ ἐλθὼν εἰς Σαραφθὰ ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινε παρ᾽ αὐτοῖς· οὐδὲ γὰρ ἠδύνατο μένειν μετὰ τῶν ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν, ἦν γὰρ προγινώσκων αὐτὴν ἐκ πρώτου. Θανόντος δὲ τοῦ υἱοῦ αὐτῆς ἐν μέσῳ ἀπεριτμήτων, πάλιν ἤγειρεν ὁ θεὸς διὰ τοῦ Ἠλία ἐκεῖ νεκρόν· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναταί τις ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὸν λιμὸν ἦλθεν εἰς τὴν Ἰουδαῖαν· καὶ ἀπέθανεν ἡ μήτηρ αὐτοῦ κατὰ τὴν ὁδόν, καὶ ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατῴκησεν ἐν γῇ Σαραήρ. Ἀπέθανε δὲ ἐκεῖ καὶ ἐτάφη ἐν σπηλαίῳ Κενὲζ κριτοῦ γενομένου ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας πολὺ ἐπὶ Ἰσραὴλ καὶ ἐφ᾽ ὅλην τὴν γῆν· ὅταν φησὶ ἴδωσι λίθον βοῶντα οἰκτρῶς, καὶ κάνθαρον ἀπὸ ξύλου πρὸς θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σωτηρίαν· τότε ὄψονται τὴν Ἱερουσαλὴμ ἠδαφισμένην ἕως θεμελίων ὅλην, καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη [ἐν] προσκυνήσει τῷ κυρίῳ· καὶ μεταθήσουσι τοὺς λίθους κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεῖ ἔσται ἡ προσκύνησις τοῦ ἠλειμμένου διὰ τὸ τὴν Ἱερουσαλὴμ βδελυχθῆναι ἐν ἐρημώσει θηρίων καὶ πάσης ἀκαθαρσίας, καὶ τότε ἥξει τὸ τέλος πάσης πνοῆς. ϛʹ. Μιχαίας ἑρμηνεύεται ταπείνωσις ἢ ταπεινούμενος. Οὗτος ἦν ἀπὸ Μοραθεὶ ἐκ φυλῆς Ἐφραΐμ. Οὗτος πολλὰ ποιήσας τῷ Ἀχαάβ· ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου Ἐνακείμ. ζ´. Ναοὺμ ἑρμηνεύεται παράκλητος. Οὗτος ἦν ἀπὸ Ἐλκεσὶν πέραν τοῦ Ἰηνβαρεὶν ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἀπολεῖται ἡ Νινευΐ: ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέ αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν· ἀπέθανε δ᾽ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.