<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1" n="2"><p rend="indent">βʹ. Ἰωὴλ ἑρμηνεύεται ἀγαπητὸς κυρίου ἢ ἀρχή. Οὗτος ἦν ἐκ τῆς φυλῆς Ῥουβὴν ἀγροῦ Βεθομόρων· ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1" n="3"><p rend="indent">γʹ. Ἀμὼς ἑρμηνεύεται στερέωσις ἢ ἰσχύς. Ἀμὼς ἦν ἐκ Θεκουέ· καὶ Ἀμασίας συχνῶς αὐτὸν τυμπανίσας τέλος ἀνεῖλεν αὐτὸν ξίφει· ἔτι δὲ ἐμπνέοντος αὐτοῦ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1" n="4"><p rend="indent">δʹ. Ἀβδιοῦ ἑρμηνεύεται δοῦλος ἐξομολογητός. Οὗτος ἦν ἐκ τῆς Συχέμ. Οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου καὶ δεηθεὶς τοῦ Ἠλίου, καὶ διασωθεὶς παραδόξως ἐγένετο αὐτοῦ λειτουργός. Πολλὰ δὲ παθὼν καὶ ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἠλίαν τέλος καταφρονήσας θανάτου, <pb facs="prophetarumvita00schegoog_0175"/> καταλιπὼν τὸν βασιλέα, ἠκολούθησε τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.</p></div></div></body></text></TEI>