βʹ. Ἰωὴλ ἑρμηνεύεται ἀγαπητὸς κυρίου ἢ ἀρχή. Οὗτος ἦν ἐκ τῆς φυλῆς Ῥουβὴν ἀγροῦ Βεθομόρων· ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ. γʹ. Ἀμὼς ἑρμηνεύεται στερέωσις ἢ ἰσχύς. Ἀμὼς ἦν ἐκ Θεκουέ· καὶ Ἀμασίας συχνῶς αὐτὸν τυμπανίσας τέλος ἀνεῖλεν αὐτὸν ξίφει· ἔτι δὲ ἐμπνέοντος αὐτοῦ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανε καὶ ἐτάφη ἐκεῖ. δʹ. Ἀβδιοῦ ἑρμηνεύεται δοῦλος ἐξομολογητός. Οὗτος ἦν ἐκ τῆς Συχέμ. Οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου καὶ δεηθεὶς τοῦ Ἠλίου, καὶ διασωθεὶς παραδόξως ἐγένετο αὐτοῦ λειτουργός. Πολλὰ δὲ παθὼν καὶ ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἠλίαν τέλος καταφρονήσας θανάτου, καταλιπὼν τὸν βασιλέα, ἠκολούθησε τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.