<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg003.1st1K-grc1" n="13"><p rend="indent">[ιγʹ. Ἡσαΐας ὁ προφήτης ἐγένετο μὲν ἐν Ἱερουσαλὴμ ἐκ φυλῆς Ἰούδα, θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρίονι ξυλίνῳ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά.</p><p rend="indent">Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησεν.</p><p rend="indent">Ἰεζεκιὴλ ὁ προφήτης ἦν ἐκ γῆς Σαρηρᾶ, ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων λευΐτης· ἀπέθανε δὲ ἐν τῇ γῇ τῶν ΧΚαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας.]<pb facs="prophetarumvita00schegoog_0207"/></p></div></div></body></text></TEI>