ιαʹ. Ζαχαρίας ἑρμηνεύεται μνήμη ὑψίστου λέοντος. Οὗτος ἦν ἐκ γένους Λευΐ, ἐγεννήθη ἐν Γαλαὰδ καὶ ἐλθὼν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, καὶ πολλὰ τῷ ναῷ προφητεύσας ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, εἰς τύπον τοῦ ἀληθῶς ἀρχιερέως. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα αὐτοῦ Ζοροβάβελ ἐπέθηκε καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος· καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προεφήτευσεν, ἥν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὸ δὲ τῆς προθέσεως εἶδεν Ἱερουσαλήμ· καὶ περὶ τέλους Ἰσραήλ, καὶ ἀρχῆς ἐθνῶν καὶ τέλους τοῦ ναοῦ, ὡς θεμελίων καταστροφῆς, καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ σαββάτων, καὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλιπὼν ἐτέθη σύνεγγυς τοῦ Ἀγγαίου.