ιαʹ. Ζαχαρίας ἑρμηνεύεται μνήμη ὑψίστου λέοντος. Οὗτος ἦν ἐκ γένους Λευΐ, ἐγεννήθη ἐν Γαλαὰδ καὶ ἐλθὼν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, καὶ πολλὰ τῷ ναῷ προφητεύσας ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, εἰς τύπον τοῦ ἀληθῶς ἀρχιερέως. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα αὐτοῦ Ζοροβάβελ ἐπέθηκε καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος· καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προεφήτευσεν, ἥν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὸ δὲ τῆς προθέσεως εἶδεν Ἱερουσαλήμ· καὶ περὶ τέλους Ἰσραήλ, καὶ ἀρχῆς ἐθνῶν καὶ τέλους τοῦ ναοῦ, ὡς θεμελίων καταστροφῆς, καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ σαββάτων, καὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλιπὼν ἐτέθη σύνεγγυς τοῦ Ἀγγαίου. ιβʹ. Μαλαχίας ἑρμηνεύεται ἄγγελος. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφιρᾷ ἐκ γένους Λευΐ, καὶ ἔτι πάνυ νέος ὤν καλὸν βίον ἔσχεν. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἄμεπτον καὶ πραΰν, ἐκάλεσε Μαλαχίαν αὐτόν, ὅ ἐστιν ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής· ἀλλὰ καὶ ὅσα αὐτὸς εἶπεν ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς θεοῦ ἐπεδευτέρου τοὺς λόγους αὐτοῦ· τὸν δὲ ἄγγελον οὐδεὶς ἀνάξιος ἐθεώρει, ἀλλ᾽ ἤτοι φωνὴν αὐτοῦ ἤκουε μόνον· οἱ δὲ ἄξιοι καὶ τὸ εἶδος αὐτοῦ ἐθεώρουν, ὡς ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν σχωφετείμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος ὤν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν βίῳ ἀγαθῷ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. [ιγʹ. Ἡσαΐας ὁ προφήτης ἐγένετο μὲν ἐν Ἱερουσαλὴμ ἐκ φυλῆς Ἰούδα, θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρίονι ξυλίνῳ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησεν. Ἰεζεκιὴλ ὁ προφήτης ἦν ἐκ γῆς Σαρηρᾶ, ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων λευΐτης· ἀπέθανε δὲ ἐν τῇ γῇ τῶν ΧΚαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας.]