αʹ. Ὠσηὲ ἑρμηνεύεται σωζόμενος. Οὗτος ἦν ἐκ Bελεμὼθ τῆς φυλῆς Ἰσάχαρ, καὶ ἔδωκε τέρας ἥξειν κύριον ἐπὶ γῆς ἀνθρώποις συναναστρεφόμενον καὶ ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθήσεται εἰς δώδεκα μέρη· καὶ γενήσονται δώδεκα δρύες ἐπακοῦσαι καὶ ἀκολουθῆσαι αὐτῷ ἐπὶ γῆς φανέντι θεῷ, καὶ δι᾽ αὐτοῦ σωθήσεται πᾶσα ἡ γῆ· καὶ οὕτως θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. βʹ. Ἰωὴλ ἑρμηνεύεται ἀγαπητὸς κυρίου ἢ ἀρχή. Οὗτος ἦν ἐκ τῆς φυλῆς Ῥουβὴν ἀγροῦ Βεθομόρων· ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ. γʹ. Ἀμὼς ἑρμηνεύεται στερέωσις ἢ ἰσχύς. Ἀμὼς ἦν ἐκ Θεκουέ· καὶ Ἀμασίας συχνῶς αὐτὸν τυμπανίσας τέλος ἀνεῖλεν αὐτὸν ξίφει· ἔτι δὲ ἐμπνέοντος αὐτοῦ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανε καὶ ἐτάφη ἐκεῖ. δʹ. Ἀβδιοῦ ἑρμηνεύεται δοῦλος ἐξομολογητός. Οὗτος ἦν ἐκ τῆς Συχέμ. Οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου καὶ δεηθεὶς τοῦ Ἠλίου, καὶ διασωθεὶς παραδόξως ἐγένετο αὐτοῦ λειτουργός. Πολλὰ δὲ παθὼν καὶ ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἠλίαν τέλος καταφρονήσας θανάτου, καταλιπὼν τὸν βασιλέα, ἠκολούθησε τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. εʹ. Ἰωνᾶς ἑρμηνεύεται ὑψίστου πονοῦντος ἢ περιστερά. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθὲμ πλησίον Ἀζώτου πόλεως Ἐλλήνων κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, ἀπελθὼν εἰς Νινευῒ καὶ κηρύξας καὶ ἀνακάμψας οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν ἐν τῇ Ἀσσοὺρ χώρᾳ ἀλλοφύλων ἐθνῶν· ἔλεγεν γάρ, ὅτι οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως. Ἦν τις Ἠλίας ἐλέγχων τὸν Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τῆν γῆν ἔφυγε· καὶ ἐλθὼν εἰς Σαραφθὰ ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινε παρ᾽ αὐτοῖς· οὐδὲ γὰρ ἠδύνατο μένειν μετὰ τῶν ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν, ἦν γὰρ προγινώσκων αὐτὴν ἐκ πρώτου. Θανόντος δὲ τοῦ υἱοῦ αὐτῆς ἐν μέσῳ ἀπεριτμήτων, πάλιν ἤγειρεν ὁ θεὸς διὰ τοῦ Ἠλία ἐκεῖ νεκρόν· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναταί τις ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὸν λιμὸν ἦλθεν εἰς τὴν Ἰουδαῖαν· καὶ ἀπέθανεν ἡ μήτηρ αὐτοῦ κατὰ τὴν ὁδόν, καὶ ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατῴκησεν ἐν γῇ Σαραήρ. Ἀπέθανε δὲ ἐκεῖ καὶ ἐτάφη ἐν σπηλαίῳ Κενὲζ κριτοῦ γενομένου ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας πολὺ ἐπὶ Ἰσραὴλ καὶ ἐφ᾽ ὅλην τὴν γῆν· ὅταν φησὶ ἴδωσι λίθον βοῶντα οἰκτρῶς, καὶ κάνθαρον ἀπὸ ξύλου πρὸς θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σωτηρίαν· τότε ὄψονται τὴν Ἱερουσαλὴμ ἠδαφισμένην ἕως θεμελίων ὅλην, καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη [ἐν] προσκυνήσει τῷ κυρίῳ· καὶ μεταθήσουσι τοὺς λίθους κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεῖ ἔσται ἡ προσκύνησις τοῦ ἠλειμμένου διὰ τὸ τὴν Ἱερουσαλὴμ βδελυχθῆναι ἐν ἐρημώσει θηρίων καὶ πάσης ἀκαθαρσίας, καὶ τότε ἥξει τὸ τέλος πάσης πνοῆς.