ζʹ. Ἀμὼς ἦν ἐκ Θεκουέ. Καὶ Ἀμασίας πυκνῶς αὐτὸν τυμπανίσας τέλος, καὶ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ἐν ῥοπάλῳ πλήξας αὐτοῦ τὸν κρόταφον· καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ᾽ ἡμέρας ἀπέθανε καὶ ἐτάφη ἐκεῖ. ηʹ. Ἰωὴλ ἦν ἐκ τῆς γῆς τοῦ Ῥουβὴν ἐν ἀγρῷ Βεθωμόρων, [προφητεύσας περὶ λιμοῦ καὶ ἐκθλίψεως θυσιῶν καὶ πάθους προφήτου δικαίου καὶ δι᾽ αὐτοῦ ἀνακαινισθήσεθαι τὴν κτίσιν εἰς σωτηρίαν]. Ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.