κγʹ. Ζαχαρίας ἐξ Ἱερουσαλὴμ υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὃν ἀπέκτεινεν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου· καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαυὶδ ἀνὰ μέσον ἐπὶ τοῦ ·Αἰλάμ· καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν αὐτὸν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἔκτοτε ἐγένοντο τέρατα ἐν τῷ ναῷ φαντασίας καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ δήλων ἀποκριθῆναι τῷ λαῷ ὡς τὸ πρίν. [(Ἰαδὼκ). Ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐκ γῆς Ἰούδα εἰς Ἱερουσαλὴμ πρὸς Ἱεροβοὰμ Ἰαδὼκ ἐκαλεῖτο. Οὗτος προεφήτευσε περὶ Ἰωσία τοῦ βασιλέως Ἰούδα, ὅτι τὰ ὀστᾶ τῶν ἱερέων τοῦ Βαὰλ κατακαύσει ἐπὶ τοῦ θυσιαστηρίου, ἔνθα Ἱεροβοὰμ ἔθυε τῷ Βαάλ. Καὶ προφητεύοντος αὐτοῦ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ συλλαβεῖν αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως παραυτίκα. Σίμων ὁ υἱὸς τοῦ Κλωπᾶ, ὁ ἀνέψιος τοῦ κυρίου· συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων κατηγορήθη ἐπὶ Ἀττικοῦ ὑπατικοῦ. Καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος ἐμαρτύρησεν, ὡς πάντας ὑπερθαυμάσαι καὶ τὸν ὑπατικόν, πῶς ρκʹ ἐτῶν τυγχάνων ὑπέμεινε τὰς αἰκίας· καὶ ἐκέλευσεν αὐτὸν σταυρωθῆναι.] Καὶ ἄλλοι προφῆται ἐγένοντο κρυπτοί, ὧν τὰ ὀνόματα ἐμφέρονται ἐν ταῖς γενεαλογίαις αὐτῶν ἐπὶ βίβλων ὀνομάτων Ἰσραήλ· ἐγράφοντο γὰρ πᾶν τὸ γένος Ἰσραὴλ κατ᾽ ὄνομα [τῶν προφητῶν καὶ ὁσίων ἀνδρῶν καὶ ὁ θάνατος αὐτῶν καὶ τὰ ἀξιώματα αὐτῶν καὶ πότε ἀπέθνησκον· καὶ ἦν εἰς μνημόσυνον τῶν ἱερέων καὶ βασιλέων καὶ προφητῶν καὶ τῶν μεγιστάνων καὶ ὁσίων ἀνδρῶν]. Καὶ ταῦτα μὲν μέχρι τούτων.