<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1750.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1750.tlg002.1st1K-grc1" n="21"><p rend="indent"><label>καʹ.</label> Ἠλίας Θεσβίτης ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θέσβις δόμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε εἶχε τεχθῆναι, εἶδε Σοβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν καὶ ἐλθὼν ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ τὸν Ἰσραήλ.</p><p rend="indent"><pb facs="prophetarumvita00schegoog_0169"/> Τὰ δὲ σημεῖα ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ηὔξατο Ἠλίας καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ πάλιν ηὔξατο μετὰ τρία ἔτη καὶ γέγονε πολὺς ὑετός· ἐν Σαρεφθοῖς τῆς Σιδωνίας ἐποίησε διὰ ῥήματος κυρίου τὴν ὑδρίαν τῆς χήρας μὴ ἐκλεῖψαι καὶ τὴν καψάκην τοῦ ἐλαίου μὴ ἐλαττωθῆναι· τὸν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν ὁ θεὸς ἐκ νεκρῶν εὐξαμένου αὐτοῦ. Προβλήματος γενομένου παρ᾽ αὐτοῦ καὶ τῶν προφητῶν τοῦ Βάαλ, τίς ἂν εἴη ὁ ἀληθινὸς καὶ ὄντως θεός, ᾕρησε γενέσθαι θυσίαν παρά τε αὐτοῦ κἀκείνων καὶ μὴ ὑποθεῖναι πῦρ, ἀλλ᾽ ἕκαστον εὔξασθαι καὶ τὸν ἐπακούοντα αὐτὸν εἶναι θεόν. Οἱ μὲν οὖν τοῦ Βάαλ ηὔχοντο καὶ κατετέμνοντο ἕως ὥρας ἐνάτης καὶ οὐδεὶς αὐτοῖς ἐπήκουεν· ὁ δὲ Ἠλίας καὶ ὕδατος πολλοῦ πληρώσας τὸν τόπον, ἔνθα καὶ εὐθὺς ἐπέπεσε πῦρ καὶ ἀνήἦν τὴν θυσίαν, καὶ τὸ ὕδωρ ἐξέλειπεν· καὶ πάντες τὸν μὲν θεὸν εὐλόγησαν, τοὺς δὲ τοῦ Βάαλ ἀνεῖλον ὄντας τετρακοσίους πεντήκοντα. Τῷ βασιλεῖ Ὀζίᾳ ἀποστείλαντι μαντεύσασθαι παρὰ εἰδώλων προεφήτευσε θάνατον καὶ ἀπέθανεν.</p><p rend="indent">Δύο πεντηκοντάρχων ἀποσταλέντων ἐπ᾽ αὐτὸν παρὰ χοζίου τοῦ βασιλέως Ἰσραὴλ ἐπεκαλέσατο τὸν κύριον καὶ πῦρ ἀπ᾽ οὐρανοῦ κατέβη κἀκείνους ἀνήλωσε τὸ πῦρ ἐκ προστάγματος κυρίου.</p><p rend="indent">Κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, δείλης δὲ κρέα· τῇ μηλωτῇ ἐπάταξε τὸν Ἰορδάνην καὶ διῃρέθη καὶ διέβησαν ξηρῷ τῷ ποδὶ, αὐτός τε καὶ Ἐλισαῖος· τὸ τελευταῖον ἀνελήφθη ἄρματι πυρός.<pb facs="prophetarumvita00schegoog_0170"/></p></div></div></body></text></TEI>