ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπι ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.