ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπι ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν. κʹ. Ἀζαρίας ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.