ιϛʹ. Μαλαχίας. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾷ καὶ ἔτι πάνυ νέος καλὸν βίον ἔσχηκε. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾷον, ἐκάλεσεν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ ἰδεῖν εὐπρεπής. Ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ. ιζʹ. 17.col.a. Ναθὰν προφήτης Δαυὶδ ἦν ἐκ Γαβᾶ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου καὶ εἶδεν, ὅτι Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ σπεύδοντα ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸνκείμενονγυμνὸνἐέσφαγμένον· καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν. Καὶ ὑπέστρεψε πενθῶν καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἔπεμψε κύριος ἐλέγξαι αὐτόν· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ. 17.col.b. Ναθὰν ὁ προφήτης τοῦ Δαυὶδ ἐκ φυλῆς ἱερωσύνης ἦν. Ἐγεννήθη δὲ ἐν Γαβαῷ καὶ αὐτὸς ἐδίδαξε τὸν Δαυὶδ νόμον κυρίου· καὶ γνοὺς ὅτι ἐν Βηρσαβεὲ παραβήσεται ὁ Δαυίδ, ἔσπευσε τοῦ ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ, ὥστε φυλάξασθαι ἀπὸ τῆς ἀνομίας. Καὶ ἐνεπόδισεν αὐτὸν ὁ Βελίαρ. Ἐρχόμενος γὰρ εἰς Ἱερουσαλὴμ εὗρε νεκρὸν ἐσφαγμένον παρεσκευασμένον γυμνὸν καὶ ἀποδυσάμενος τὴν στολὴν καὶ περιβαλὼν αὐτῷ ἐπέμεινεν ἐκεῖ θέλων θάψαι τὸν νεκρόν· καὶ μὴ φθάσας ἐλθεῖν πρὸς Δαυὶδ τῇ νυκτὶ ἐκείνῃ, ἐποίησε τὴν ἀνομίαν. Καὶ γνοὺς τῷ πνεύματι ὁ ὅσιος, ὑπέστρεψε πενθῶν πάσας τὰς ἡμέρας, καὶ ὅτε ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἀπέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι τὸν Δαυίδ, ἐπειδὴ γὰρ ἔβλεπεν ὁ θεὸς πενθοῦντα τὸν Ναθάν· ἔλεγε γάρ, ὅτι δι᾽ ἐμοῦ γέγονεν ἡ ἀσέβεια αὕτη. Καὶ προσέσχεν ὁ κύριος ἐπὶ τὸν στεναγμὸν αὐτοῦ· καὶ εἶπε πρὸς αὐτόν· ἐπειδὴ διὰ σοῦ νομίζεις γεγενῆσθαι τὸ τραῦμα, διὰ σοῦ καὶ ἡ θεραπεία γενήσεται. Ἀπελθὼν οὖν ἤλεγξεν αὐτὸν ἐπὶ κεκρυμμένοιςκαὶἐποίησεναὐτός, καθὼς ἐνετείλατο αὐτῷ ὁ κύριος. Οὗτος οὖν εἰς βαθὺ γῆρας ἐλάσας καὶ ἐν πολλῇ ἀγαθῇ ἐκοιμήθη ἐν εἰρήνῃ. ιηʹ. 18.col.a. Ἀχία ἀπὸ Σηλώμ, ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιὸν ἐκ πόλεως Ἠλί. Οὗτος εἶπε περὶ Σολομών, ὅτι προσκρούσει κυρίῳ· καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε ζεῦγος βοῶν πατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· προεῖπε καὶ τῷ Σολομῶντι, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σηλώμ. 18.col.b. Σηλὼμ ὁ καὶ Ἠλεί, ἔνθα ἦν καὶ ἡ σκηνὴ τὸ πάλαι. Σηλὼμ δὲ ἐκαλεῖτο ὁ Ἠλεί· ἐν ἀρχῇ τῆς ἱερωσύνης προεφήτευσε περὶ Σολομῶντος, ὅτι προσκρούσει διὰ τὰς γυναῖκας· ὅτι γυναῖκες ἐκστήσουσι καὶ διαστρέψουσιν αὐτὸν ἀπὸ κυρίου καὶ ἅπαν τὸ γένος αὐτοῦ· καὶ περὶ τοῦ Ἱεροβοὰμ εἶπεν, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου καὶ μετὰ Ἰσραήλ· εἶδε ζεῦγος βοῶν θηλείων καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ ὅτι παραβήσεται Σολομὼν τὸν νόμον τοῦ ὑψίστου· ταῦτα προεῖπεν Ἠλεὶ πρὸς τοὺς υἱοὺς αὐτοὺς ἱερατεῦσαι. Καὶ οὗτος ὁ προφήτης αὐτὸς ἀπέθανεν ἐν γήρει βαθυτάτῳ οὐκ ἀγαθῶς. ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπι ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν. κʹ. Ἀζαρίας ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.