ιγʹ. Σοφονίας ἐκ φυλῆς ἦν Συμεὼν ἀγροῦ Σαβαραθά· προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιδʹ. Ἀγγαῖος ὁ καὶ ἄγγελος, τάχα νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ. Καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως· ὡς αὐτοί.