Εἰς τὸν Ἀχία. Οὗτος Ἀχίας ἦν ἐν Σιλώμ, ὅπου ἦν ἡ σκηνὴ ἡ παλαιὰ ἐκ πόλεως Ἠλί, καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σιλώμ· ὁ δὲ αὐτὸς καὶ Ἀδωνίας λέγεται. Εἰς τὸν Ἰωάθ. Οὗτος Ἰωὰθ ἦν ἐκ γῆς Σαμαρίν, ἐπάταξε δὲ αὐτὸν ὁ λέων, καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν Βεθὴλ ἐγγὺς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν. Εἰς τὸν Ἀζαρίαν. Οὗτος Ἀζαρίας ἦν ἐκ γῆς Συνάθα· ὃς ἀπέστρεψεν ἐξ Ἱερουσαλὴμ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. Ἰεφθὰ δὲ Δαβίδ τε καὶ Σαμουήλ, ἕκαστος αὐτῶν, ἐν τῇ ἰδίᾳ αὐτοῦ ἐτάφη πόλει ἀποθανών. Τέλος τῶν προφητῶν ἤγουν τῆς γενέσεως αὐτῶν καὶ τῆς βιωτικῆς καὶ τῆς τελευτῆς.