Εἰς τὸν Δανιήλ. Οὗτος Δανιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ φησιν οὕτως· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναί σοι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ τὰ ἑξῆς. Καὶ πάλιν· καὶ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο ὁ λίθος εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν γῆν. Καὶ πάλιν· καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐξεδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία καὶ τὰ λοιπὰ ὅσα ἐῤῥήθη. Δανιὴλ οὗτος ἦν ἐκ φυλῆς Ἰούδα τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ᾽ ἔτι νήπιος ὤν ἤχθη ἐν τῇ αἰχμαλωσίᾳ ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων. Ἐγεννήθη δὲ ἐν Βεθωρὼν τῇ ἀνωτέρᾳ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὸν λαὸν καὶ ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς, σπέρματα γῆς ἐσθίων. Καὶ ἦν ἀνὴρ ξηρὸς καὶ σπανὸς τὴν ἰδέαν, ὡραῖος ἐν χάριτι ὑψίστου. Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ, παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν γὰρ τὰ ἔμπροσθεν ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὄπισθεν λέων. Ἀπεκαλύφθη δὲ τῷ ὁσίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροτραχηλίαν, καὶ ὅτι ὡς βοῦς ὑποζύγιον γενήσεται τοῦ Βελίαρ, λέων δὲ διὰ τὸ ἁρπακτικὸν καὶ τυραννικὸν καὶ θηριῶδες τοῦ τρόπου. Ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι, ἐπὶ τέλει δὲ θῆρες γίνονται, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες ἀναιροῦντες, τυραννοῦντες, ἀσεβοῦντες, τὰς δὲ τούτων ἀμοιβὰς παρὰ τοῦ δικαιοκρίτου θεοῦ ἀπολαμβάνοντες. Ἔγνω δὲ διὰ τοῦ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον, καὶ ὅτι οὐκ ἐγένετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφῆς ἐπιθυμία. Διὰ τοῦτο καὶ ὁ αὐτὸς Ναβουχοδονόσορ μετὰ τὴν πέψιν τῆς τροφῆς ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν τῆν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος. Δαίμων δὲ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν ὅτι γέγονεν ἄνθρωπος. Ἤρθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν, καὶ νοῶν εὐθὺς ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς νεκρὸν κρέας ἐν τῷ κλαίειν· πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν. Ὁ δὲ Δανιὴλ μόνος οὐκ ἤθελεν ἰδεῖν αὐτόν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ. Ἔλεγε γὰρ ὅτι· πάλιν ἄνθρωπος γενήσεται, καὶ τότε ὄψομαι αὐτὸν, καὶ ἠπίστουν αὐτῷ. Ὁ Δανιὴλ οὖν τὰ ἑπτὰ ἔτη προσευχόμενος πρὸς τὸν ὕψιστον ᾔτησεν γενέσθαι, οὕς εἶπεν καιρούς, [προσευχόμενος πρὸς τὸν ὕψιστον ἐποίησεν γενέσθαι] μῆνας ἑπτά. Καὶ τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀποκαταστὰς ἐν ἑπτὰ μησίν, ὡς ἦν τὸ πρίν, τὰ ἓξ ἔτη καὶ πέντε μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ πᾶσαν τὴν ἀνομίαν αὐτοῦ, καὶ μετὰ ἄφεσιν τῶν ἀνομιῶν αὐτοῦ ἀπέδωκεν αὐτῷ τὴν βασιλείαν αὐτοῦ, καὶ οὔτε ἄρτον οὔτε κρέας ἔφαγεν οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος κυρίῳ, ὅτι Δανιὴλ προσέταξεν αὐτῷ ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὡς τὸν υἱὸν αὐτοῦ. Ἠθέλησε δὲ αὐτὸν συγκληρονόμον καταστῆναι τῶν τέκνων αὐτοῦ. Ἀλλ᾽ ὁ ὅσιος εἶπεν. Ἵλεώς μοι ἀφεῖναί με κληρονομίαν πατέρων μου καὶ κολληθῆναί με κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια ὅσα οὐκ ἐγράφησαν. Οὗτος δὲ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, τότε ἥξει τέλος Βαβυλῶνος· [ὅτε δὲ κατ᾽ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ὁ θεὸς ἐπὶ γῆς φανεὶς ὡς ἄνθρωπος ἀναδέξεται πάσας τὰς ἀνομίας τοῦ κόσμου εἰς ἑαυτὸν ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου. Καὶ εὐθὺς πνεύματος χάρις ἐπὶ γῆς ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη.] Ὅτε δὲ ἐν πυρὶ καίεται, τότε τέλος ἔσται τῆς γῆς. Ἐὰν δὲ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ὑποστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐὰν δὲ αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος τοῦ θεοῦ. Εἰς τὸν Ἠλίαν. Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδραμεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ᾽ ἀγγέλων οὐρανοπολῶν· ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς· ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων· οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος ὁ μέτρῳ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος. Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐκ Γαλαάδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῶ φαγεῖν. Καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί. Εἰς τὸν Ἐλισσαῖον. Οὗτος ὁ Ἐλισσαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβίμ. Καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι ἡνίκα ἐτέχθη, ἐν αλγάλοις ἡ δάμαλις ἡ χρυσὴ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων ὅτι· προφήτης ἐτέχθη εἰς Ἱερουσαλήμ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν. Καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ. Εἰς τὸν Ζαχαρίαν. Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἱερέως. Οὗτος ἦν ἐξ ερουσαλήμ, καὶ ἀπέκτεινεν αὐτὸν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ ἐξέχεε τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαβὶδ ἀνὰ μέσον ἐπὶ τοῦ Ἐλάμ. Καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πατρὸς αὐτοῦ. Εἰς τὸν Ναθάν. Οὗτος Ναθὰν ὁ προφήτης ἦν ἐκ Γαβαὼν ἐπὶ Δαβὶδ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν τὸν νόμον τοῦ κυρίου καὶ εἶδεν, ὅτι Δαβὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ σπεύδοντι ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ. Ἐρχόμενος δὲ κατὰ τὴν ὁδόν, εὗρε νεκρὸν κείμενον γυμνὸν ἐσφαγμένον· καὶ ἀπέμεινε δι᾽ αὐτὸν ἐκεῖ. Οὗτος ἀπέθανε καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ ἐν Γαβαών.