Εἰς τὸν Ζαχρίαν. Μνήμη θεοῦ. Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐκβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ. Ἔτι λέγει· καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Καὶ μετ᾽ ὀλίγα πάνυ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτι ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκε. Καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος. Καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλήμ· περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου [ἐγγὺς Ἐλευθερουπόλεως ἀπὸ σταδίων τεσσαράκοντα ἐν ἀγρῷ τοῦ Νοεμὰν ἐν χρόνοις Ἐφίδου ἐπισκόπου. Ἐμφανισθεὶς ὅτι αὐτός ἐστιν Ζαχαρίας υἱὸς Βαραχίου, οὗ μέμνηται Ἡσαΐας, ὄνομα δὲ τῷ ἀγρῷ ἔνθα κεῖται Βεθζαρία, μηκόθεν Ἱερουσαλὴμ ἀπὸ σταδίων ρνʹ.] Εἰς τὸν Μαλαχίαν. Ἄγγελος. Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς τῶν κατὰ τὴν οἰκονομίαν τοῦ δεσπότου τοῦ Χριστοῦ. Λέγει δὲ καὶ αὐτὸς οὕτως· διότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν. Καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ. Καὶ πάλιν λέγει· ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου. Ταύτην δὲ τὴν χρῆσιν ὁ κύριος εἰς ἑαυτὸν ἐξέλαβε καὶ εἰς τὸν βαπτιστὴν Ἰωάννην. Ἔτι λέγει ὁ αὐτὸς προφήτης· καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ἣν ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, καθὼς εἶπεν ὁ κύριος τοῖς Ἰουδαίοις, ὅτι· καὶ ἐὰν θέλητε δέξασθαι περὶ Ἰωάννου, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Μαλαχίας οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφᾷ καὶ ἔτι πάνυ νέος ὤν καλὸν βίον ἔσχηκεν. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾶον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, ὡς γέγραπται ἐν Σφερτελλείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Καὶ ἔτι νέος ὤν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ. [Οὗτοι μέν εἰσιν οἱ ιβʹ προφῆται, οἱ εἰς ἓν βίβλον ἀριθμούμενοι, ἐξ ἧς βαδιούμεθα ἐπὶ τοὺς μεγάλους τέσσαρας, ὧν ἑκάστου ἴδιόν ἔστι βιβλίον, ναὶ μὴν καὶ ἐπὶ τοὺς λοιποὺς περιβοήτους προφήτας ὧν οὐ φέρονται συγγράμματα, ταῦτα προθεωρήσαντες πρότερον.] Λοιπὸν ἐπὶ τοὺς τέσσαρας μεγάλους βαδιοῦμεν πληρώσαντες σὺν θεῷ τοὺς ιβʹ. Πάντες μὲν οἱ προφῆται προεφήτευον καὶ ὑπεμίμνησκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ· καὶ δέδωκεν αὐτοῖς τὴν γῆν ἐπαγγελίας, καὶ ὅπως αἰχμάλωτοι εἰς αβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται, καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείᾳ περιγένωνται· καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον τῶν προφητῶν. Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ Δαβὶδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν καὶ Δανιὴλ ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι᾽ ὁράσεων ἀπεκαλύφθη· ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ ἔγραφον ἑκάστου προφήτου ὡς ἐπὶ ἡμερολογίου λόγον. Καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ τοῦ θεοῦ προφήτης κηρῦξαι ἢ περὶ ερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι ἢ περὶ Σαμαρείας ἢ περὶ ἑτέρων τόπων ἢ περὶ τῆς ἐπανόδου ἢ περὶ Ἀντιόχου ἢ περὶ τῶν πέριξ ἐθνῶν ἢ περὶ αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, καθ᾽ ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφήτου ἐκείνου ὃ ἐκήρυσσε περὶ ἑνὸς πράγματος. Καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ὃ ἐκήρυττον, καὶ οὕτω πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. Ὅθεν ἐστὶν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον καὶ αὖθις περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα [ἢ ἕτερον ὑποθέσεως καὶ αὖθις ἄλλο περὶ ἄλλου καὶ πάλιν ἕτερον περὶ τῆς προτέρας ὑποθέσεως]. Καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως ἀναγνῷς, συγκεχυμένα τὰ πάντα εὑρήσεις. Οὐ μόνον δὲ ταῦτα τὰ προφητικά, ἀλλὰ καὶ αἱ βασιλεῖαι τούτῳ τῷ τρόπῳ ἐγράφησαν ἐν τῷ ἱερῷ κατὰ μέρος ἐν τῷ καιρῷ τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαοὺλ καὶ ἐν τῷ καιρῷ τοῦ Δαβὶδ τὸ ἕως Δαβίδ. Ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως τὰ κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο.  Ὁμοίος ἔγραφον καὶ ἐν τοῖς ̓ σκρινίοις τῶν βασιλέων, ἅς καλοῦμεν παραλειπομένας. Τὴν δὲ Πεντάτευχον ὁ Μωϋσὴς ἔγραψεν ἱστορίαν προγεγονότων καὶ γινομένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς κριτὰς πάλιν ἐν τῷ ἱερῷ ἤγουν ἐν τῇ σκηνῇ, ὁμοίως καὶ τὴν Ῥούθ. Σολομὼν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε παροιμίας καὶ τὰ ᾄσματα καὶ τὸν Ἐκκλησιαστήν, σοφίας χάριν εἰληφὼς παρὰ θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ· προφητείας γὰρ χάριν οὐκ εἰλήφει. Ὅσους οὖν ηὕρομεν προφήτας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ ἐτάξαμεν. Ἔτι δὲ γράφωμεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν εἰπεῖν περὶ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, ἐν ᾗ ἀφορᾶ πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς. Προφέρωμεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἡσαΐαν ὅς καὶ τύπῳ καὶ λόγῳ ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. Εἰς τὸν Ἡσαΐαν. Οὗτος ὁ μέγας Ἡσαΐας ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ μὲν εἶδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ σεραφεὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ, ἕξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνὶ ἑαυτὰ κατακαλύπτοντα, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν σεραφεὶμ καὶ ἔλαβε τῇ λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· τοῦτο ἀφελεῖ τὰς ἁμαρτίας σου, σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. Ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν οὕτως· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Ταύτην τὴν χρῆσιν ὁ Αἰθίωψ εὐνοῦχος ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἐρμηνευθῆναι αὐτῷ αὐτήν, ὃς τάχιστα περὶ τοῦ δεσπότου Χριστοῦ αὐτὴν ἡρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. Ἔτι πάλιν λέγει· Ἄνθρωπος ἐν πληγῇ ὤν καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ πάλιν· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς. Καὶ πάλιν· οὕτω λέγει κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς. Καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν· ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. Τοῦτο ἀναγνοὺς ὁ κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν εἶπεν· Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Ἡσαΐας ἦν ἀπὸ Ἱερουσαλήμ· θνήσκει δὲ ὑπὸ Μανασσῆ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ ἐποίησε διὰ τὸν προφήτην, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγοψυχήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ· διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὅπερ ἑρμηνεύεται ἀπεσταλμένος· καὶ ἐπὶ τοῦ Ἐζεκία πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ Ἡσαΐου μικρὸν ὕδωρ ἐξῆλθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων, καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις, ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι, πόθεν πίνουσιν· καὶ χαρακώσαντες τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ. Ὅταν οὖν ηὔχοντο σὺν τῷ Ἡσαΐᾳ οἱ Ἰουδαῖοι, ἐξήρχετο τὸ ὕδωρ· διὸ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μέγα τοῦτο μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς τῶν Ἰουδαίων πλησίον αὐτὸν τὸν Σιλωὰμ ἔθαψαν ἐπιμελῶς καὶ ἐνδόξως, ἵνα διὰ τῶν ὁσίων αὐτοῦ προσευχῶν καὶ μετὰ θάνατον αὐτοῦ ὡσαύτως ἔχωσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι καὶ χρησμὸς ἐδόθη αὐτῷ περὶ αὐτοῦ τοῦ ποιῆσαι οὕτως. Ἔστι δὲ ὁ τάφος ἐχόμενος τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν Ἰουδαίων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαβὶδ διαγράψας κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ αβαὼν μήκοθεν τῆς πόλεως σταδίους εἴκοσιν. Ἐποίησε δὲ ταύτην σκολιάν, σύνθετον, ἀνυπονόητον· καὶ ἔστιν ἡ εἴσοδος ἕως τῆς σήμερον τοῖς πολλοῖς ἀγνοουμένη τῶν ἱερέων καὶ ὅλῳ τῷ λαῷ. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς Σολομῶν τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ἔδειξεν Ἐζεκίας τὸ μυστήριον Δαβὶδ καὶ Σολομῶντος τοῖς ἔθνεσι καὶ ἐμίανεν ὀστᾶ τῶν προπατόρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν καὶ ἄγονον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἰς τὸν Ἱερεμίαν. Οὗτος Ἱερεμίας ἀξιωθεὶς καὶ αὐτὸς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων οὕτως· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος. Ταύτης δὲ τῆς χρήσεως καὶ ὁ εὐαγγελιστὴς μέμνηται Ματθαῖος πληρωθείσης ἐν καιρῷ τοῦ πάθους. Πάλιν λέγει ὁ αὐτὸς προφήτης. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ σραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ᾗ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτὰς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κ᾽ ἀγὼ ἠμέλησα αὐτῶν, φησὶ κύριος, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράφω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων. Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Καὶ ταύτης τῆς χρήσεως μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ, καὶ ἐν Τάφναις Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι᾽ αὐτοῦ. Ηὔχετο γὰρ αὐτοῖς. || Τῶν γὰρ ὑδάτων οἱ θῆρες 〈ἠνόχλουν αὐτὸν〉, οὕς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν Ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀνθρώπων θεραπεύουσι, καὶ πολλοὶ αὐτὰ τὰ θηρία τὰ ἐν τῷ ὕδατι φυγαδεύουσιν. Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ τολεμαίου γερόντων ἀνδρῶν, ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων ἐπιστὰς τῷ τάφῳ τοῦ προφήτου καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιθεὶς αὐτὰ ἐνδόξως κύκλῳ, καὶ ἐκωλύθη ἐκ τῆς γῆς ἐκείνης τὸ γένος τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως, καὶ οὕτως ἐνέβαλεν τοὺς ὄφεις τοὺς λεγομένους ἀργολάους ὅ ἐστιν ὀφιομάχους, οὓς ἤνεγκεν ἐκ τοῦ Ἄργους τοῦ Πελοπονησιακοῦ, ὅθεν καὶ ἀργόλαοι καλοῦνται, τουτέστιν Ἄργους δεξιοί, λαλιὰν δὲ ἔχουσιν ἡδυτάτην καὶ πανευώνυμον. Οὗτος ὁ Ἱερεμίας σημεῖον ἔδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν διὰ σωτῆρος παιδὸς ἐκ παρθένου γεννωμένου, ἐν φάτνῃ δὲ κειμένου. Διὸ καὶ ἕως νῦν θεοποιοῦσιν παρθένον λεχὼ καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσιν. Καὶ Πτολεμαίῳ τῷ βασιλεῖ τὴν αἰτίαν πυνθανομένῳ ἔλεγον, ὅτι πατροπαράδοτόν ἐστιν μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν. Οὗτος ὁ προφήτης Ἱερεμίας πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ κατατεθῆναι ἐν πέτρᾳ, καὶ εἶπε τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐν Σινᾶ εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται νομοθέτης ἐκ Σιὼν ἐν δυνάμει, καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν. Εἶπε δὲ ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβαλεῖ εἰ μὴ Ἀαρών, καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπτύξει οὐκέτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. Καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως πρώτη ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν ὄρει Σινᾶ. Καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκεῖ ἐκδεχόμενοι κύριον τὸν ἐχθρὸν φεύγοντες, ἀνελεῖν αὐτοὺς θέλοντα. Ἐν τῇ πέτρᾳ ἐκείνῃ ἐσφράγισε τῷ δακτύλῳ τὸ ὄνομα τοῦ θεοῦ, καὶ ἐγένετο ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη φωτεινὴ ἐσκέπασε τὸ ὄνομα, καὶ οὐδεὶς νοεῖ τὸν τόπον οὐδὲ ἀναγνῶναι δύναταί τις ἕως σήμερον καὶ ἕως τῆς συντελείας. Ἔστι δὲ ἡ πέτρα ἐν τῇ ἐρήμῳ· ὅπου πρῶτον ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖται Μωϋσὴς καὶ Ἀαρών. Καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται περὶ τὸν τόπον κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Διὰ τοῦτο ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ἵνα γένηται συγκοίνωνος Μωϋσέως καὶ Ἀαρών, καὶ ὁμοῦ εἰσιν ἕως σήμερον, ἐπειδὴ καὶ ὁ Ἱερεμίας ἐστὶν ἐκ σπέρματος ἱερατικοῦ. Εἰς τὸν Ἰεζεκιήλ. Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται. Καὶ πάλιν λέγει, καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν θάλασσαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς καὶ ὑγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα, ἐφ᾽ ἃ ἂν ἐπέλθῃ, ἐκεῖ ὁ ποταμὸς ζήσεται. Ἰεζεκιὴλ οὗτός ἐστιν ἐκ τῆς Σαριρᾶ τῶν ἱερέων, καὶ ἀπέθανεν ἐν γῇ Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας, πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινε δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψεν αὐτὸν ὁ λαὸς ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴθ καὶ Ἀρφαξάδ πατέρων Ἀβραάμ. Καί ἐστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥος. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου, καί ἐστιν ὑπερῷον ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον. Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐλθεῖν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσει, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήγοντο. Καί ποτε πλήθους συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι τοὺς Ἑβραίους, μὴ ἀνταράξωσι καὶ ἐπέλθωσιν αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησεν ὁ προφήτης διαστῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν. Οἱ δὲ κατατολμήσαντες τὦν ἐχθρῶν ἐπιδιώξαντες κατεποντίσθησαν. Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχε, καὶ πολλῶν ἐκλειπόντων ζωὴν αὐτοῖς ἐκ θεοῦ ἐλθεῖν παρεκάλεσεν. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ σημεῖα ποιήσας ἔπαυσε τοὺς πολεμίους καταπλήξας αὐτοὺς οὐρανόθεν, ὅτε ἔλεγεν ὁ Ἰσραήλ, ὅτι· διαπεφωνήκαμεν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος· οὗτος κρίνων τῷ Ἰσραὴλ ἐδείκνυε τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γενόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν, καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν τὰ ἐν τῷ ναῷ γενόμενα κατ᾽ αὐτὴν τὴν ὥραν εἰς ἔλεγχον τῶν ἀπειθούντων τῷ θεῷ. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ καὶ τὸ τεῖχος καὶ περίτειχος καὶ τὴν πύλην, ἐν ᾗ κύριος εἰσελεύσεται καὶ ἐξελεύσεται. Καὶ ἔσται ἡ πύλη κεκλεισμένη, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν πρὸς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν διὰ τὴν ἀσέβειαν αὐτῶν. Καὶ εἴρηκεν ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλ᾽ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν, καὶ ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτὸν [πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ].