Εἰς τὸν Ὠσηέ. Σωζόμενος. Οὗτος Ὠσηὲ τῶν ιβʹ προφητῶν ὁ πρῶτος, ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ οὕτως· ὅταν θλίβωσιν, ὀρθρίσουσιν πρός με λέγοντες· δεῦτε ἐπισρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς πλήξας, μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα. Ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος λέγει Παῦλος τοῖς Κορινθίοις· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς· οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ δεσπότου Χριστοῦ· σάρξ μου ἐξ αὐτῶν. Πάλιν λέγει· ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἄγιος κεκλήσεται τοῦ θεοῦ ἀπὸ τῆς φυλῆς διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ σάρκα δεσπότην Χριστόν, λαὸν ἄγιον θεοῦ ὀνομάσας τὸν Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· ἐκ χειρὸς Ἅιδου ῥύσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅιδη; ταύτῃ τῇ χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως. Οὗτος Ὠσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Εἰς τὸν Ἀμώς. Στερέωσις. Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ οὕτως· διότι ἰδοὺ ἐγὼ στερέων βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἔτι λέγει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ποιῶν ταῦτα. Ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων. Ἀμὼς ἦν ἐκ Θεκουέ, καὶ Ἀμασίας συχνῶς αὐτὸν ἐτυμπάνισε. Τέλος ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ πλήξας τὸν κρόταφον, καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανεν, καὶ ἐκεῖ ἐτάφη. Εἰς τὸν Μιχαίαν. Στρατηγός. Οὗτος Μιχαίας ὁ τρίτος ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ καί φησιν· καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλίγιστος εἶ τοῦ εἶναι ἐν χλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν, ἐν Βηθλεέμ. Ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. Ἔτι λέγει αὐτὸς ὁ προφήτης· αὐτὸς ἐπιστέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν, δώσει, εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. Μιχαίας ἦν ἀπὸ Μορασθὴ ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνηρέθη ἐν κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβαίαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου Ἐνακείμ. Εἰς τὸν Ἰωήλ. Αὐθαίρετος ἰσχύς. Οὗτος Ἰωὴλ ὁ προφήτης καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν δεσπότην Χριστὸν μυστηρίου· φησὶ γὰρ οὕτως· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς Πεντεκοστῆς ἐγένετο. Ἰωὴλ ἐκ γῆς ἦν τοῦ Ῥουβὴν ἀγροῦ τοῦ Βεθομορῶν, καὶ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐκεῖ ἐτάφη. Εἰς τὸν Ἀβδιοῦ. Δουλεύων κυρίῳ. Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κατέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.