Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; Καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Πρώτιστα τεκὼν μελανόπτερος ὠόν. Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μὰρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνητοῦ, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. Ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.