Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. Ὅταν ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. Πρὸς τί δὲ καὶ ἀπιστεῖς; Η οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; Τίς γὰρ δύναται θερίσαι γεωργός, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ; Ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; Τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; Ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; Εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ καὶ ὁ πλέων τῷ πλοίῳ καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει ἑαυτὸν πιστεῦσαι τῷ θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ᾿ αὐτοῦ; Πρῶτον μὲν ὅτι ἐποίησέν σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. Εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν οὐδὲ ἡ μήτηρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. Καὶ ἔπλασέν σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε· καὶ προήγαγέν σε ὁ θεὸς εἰς τόνδε τὸν βίον. Εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι καὶ ἀρετὰς ποιεῖν. Τῷ δὲ ποιήσαντί σε θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;