Περὶ δὲ τοῦ σε καταγελᾶν μου, καλοῦντά με Χριστιανόν, οὐκ οἶδας ὃ λέγεις. Πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστιν. Ποῖον γὰρ πλοῖον δύναται εὔχρηστον εἶναι καὶ σώζεσθαι, ἐὰν μὴ πρῶτον χρισθῇ; Ἤ ποῖος πύργος ἢ οἰκία εὔμορφος καὶ εὔχρηστός ἐστιν, ἐπὰν οὐ κέχρισται; Τίς δὲ ἄνθρωπος εἰσελθὼν εἰς τόνδε τὸν βίον ἢ ἀθλῶν οὐ χρίεται ἐλαίῳ; Ποῖον δὲ ἔργον ἢ κόσμιον δύναται εὐμορφίαν ἔχειν, ἐὰν μὴ χρισθῇ καὶ στιλβωθῇ; Εἶτα ἀὴρ μὲν καὶ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν τρόπῳ τινὶ χρίεται φωτὶ καὶ πνεύματι. Σὺ δὲ οὐ βούλει χρισθῆναι ἔλαιον θεοῦ; Τοιγαροῦν ἡμεῖς τούτου εἵνεκεν καλούμεθα Χριστιανοὶ ὅτι χριόμεθα ἔλαιον θεοῦ.