Ἡμεῖς δὲ καὶ Θεὸν ὁμολογοῦμεν, ἀλλ᾿ ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθαι, ἀλλ᾿ ὑπ᾿ αὐτοῦ μόνου· καὶ νόμον ἅγιον μεμαθήκαμεν· ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως Θεὸν, ὃς διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. καὶ περὶ μὲν εὐσεβείας λέγει· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, ἢ ὅσα ἐν τῇ γῇ κάτω, ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου. περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς, ἧς ἐγὼ δίδωμί σοι Κύριος ὁ Θεός. ἔτι περὶ δικαιοσύνης· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τοῦ βοὸς αὐτοῦ, οὐδὲ τοῦ ὑποζυγίου αὐτοῦ, οὐδὲ παντὸς κτήνους αὐτοῦ, οὐδὲ ὅσα ἐστὶ τῷ πλησίον σου. οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. ἀπὸ παντὸς ῥήματος ἀδίκου διαποστήσῃ. ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. οὐ δικαιώσεις τὸν ἀσεβῆ. καὶ δῶρα οὐ λήψῃ. τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια. τούτου μὲν οὖν τοῦ θείου νόμου διάκονος γεγένηται Μωσῆς, ὁ καὶ θεράπων τοῦ Θεοῦ, παντὶ μὲν τῷ κόσμῳ, παντελῶς δὲ τοῖς Ἑβραίοις τοῖς καὶ Ἰουδαίοις καλουμένοις, οὓς κατεδούλωσεν ἀρχῆθεν βασιλεὺς Αἰγύπτου, τυγχάνοντας σπέρμα δίκαιον ἀνδρῶν θεοσεβῶν καὶ ὁσίων, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ὧν ὁ Θεὸς μνησθεὶς καὶ ποιήσας θαυμάσια καὶ τέρατα διὰ Μωσέως παράδοξα, ἐῤῥύσατο αὐτοὺς, καὶ ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου, ἀγαγὼν αὐτοὺς διὰ τῆς ἐρήμου καλουμένης· οὓς καὶ ἀπεκατέστησεν εἰς τὴν Χαναναίαν γῆν, μετέπειτα Ἰουδαίαν ἐπικληθεῖσαν, καὶ νόμον παρέθετο, καὶ ἐδίδαξεν αὐτοὺς ταῦτα. τοῦ μὲν οὖν νόμου μεγάλου καὶ θαυμασίου πρὸς πᾶσαν δικαιοσύνην ὑπάρχοντος, δέκα κεφάλαια ἃ προειρήκαμεν τοιαῦτά ἐστιν. Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Αἰγύπτῳ, ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς· (κατ᾿ ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖν εἰς Αἴγυπτον σιτίων ἐκεῖ πιπρασκομένων· ἔνθα καὶ χρόνῳ παρῴκησαν· ταῦτα δὲ αὐτοῖς συνέβη κατὰ προαναφώνησιν Θεοῦ·) παροικήσαντες οὖν ἐν Αἰγύπτῳ ἔτεσι τετρακοσίοις καὶ τριάκοντα, ἐν τῷ τὸν Μωσῆν μέλλειν ἐξάγειν αὐτοὺς εἰς τὴν ἔρημον, ὁ Θεὸς ἐδίδαξεν αὐτοὺς διὰ τοῦ νόμου λέγων· προσήλυτον οὐ θλίψετε. ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου. αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν τῇ γῇ Αἰγύπτῳ.