Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξείποντο, καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσι κολάζεσθαι. Αἰσχύλος ἔφη· Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Εὐριπίδης· Ἀνέχου πάσχων, δρῶν γὰρ ἔχαιρες· Νόμος τὸν ἐχθρὸν δρᾷν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθρὸν κακῶς δρᾷν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ᾿ ἐπίσταμαι μέγα, Τὸν κακῶς τι δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. καὶ ὅτι ὁ Θεὸς τὰ πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν· Ὁ τῆς δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. καὶ ὅτι μέλλει ἡ τοῦ Θεοῦ κρίσις γίνεσθαι, καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανε, λέγων· Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, Καὶ τἀμπλάκημα τῷ περῶντι τὴν Θέμιν. Ὁρᾷς δίκην ἄναυδον οὐχ ὁρωμένην, Εὕδοντι, καὶ στείχοντι, καὶ καθημένῳ· Ἑξῆς ὁπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον· Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον. Ὅτι δ᾿ ἂν ποιῆς δεινὸν, νόμιζ᾿ ὁρᾷν τινά. τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης; Οὐκ ἔστ᾿ ἀνεπιδόκητον ἀνθρώποις κακὸν, Ὀλίγῳ χρόνῳ δὲ πᾶν μεταῤῥίπτει Θεός. πάλιν Εὐριπίδης· Οὐδέποτ᾿ εὐτυχίην κακοῦ ἀνδρὸς, ὑπέρφρονα δ᾿ ὄλβον Βέβαιον εἰκάσαι χρεὼν, Οὐδ᾿ ἀδίκων γενέαν. Ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος Δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Εὐριπίδης· Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι Τοὺς κακῶς παγέντας ὅρκους καὶ συνηναγκασμένους. καὶ ὁ Σοφοκλῆς· Εἰ δειν᾿ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου, ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος, ὅτι μέλλει ὁ Θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχέδον προειρήκασιν· ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου, θέλοντες καὶ μὴ θέλοντες, ἀκόλουθα ἐξεῖπον τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι, καὶ κλέψαντες ταῦτα ἐκ νόμου καὶ τῶν προφητῶν. Καὶ τί γὰρ, ἤτε ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς. καὶ Ἠσαΐας· ἥξει γὰρ ὀργὴ Θεοῦ ὡς χάλαζα συγκαταφερομένη βίᾳ, καὶ ὡς ὕδωρ σύρον ἐν φάραγγι. τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ δεδηλώκασιν περὶ δικαιοσύνης, καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ Θεὸς οὐ μόνον τῶν ζώντων ἡμῶν, ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν, Σολομῶν περὶ τῶν τεθνηκότων εἶπεν· ἔσται ἴασις ταῖς σαρξὶ, καὶ ἐπιμέλεια τῶν ὀστέων. τὸ δ᾿ αὐτὸ καὶ Δαυίδ· ἀγαλλιάσεται ὄστεα τεταπεινωμένα. τούτοις ἀκόλουθα εἴρηκε καὶ Τιμοκλῆς λέγων· Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὠμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν, ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών· Ψυχὴ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει· Ψυχὴν δ᾿ ἐκ ῥεθέων πταμένη ἄϊδος δὲ βεβήκει. καὶ πάλιν· Θάπτε με ὅττι τάχιστα πύλας ἀΐδαο περήσω. τὰ δὲ περὶ τῶν λοιπῶν οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασι. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπε προφήτης ὧν προεγράψαμεν ὀνόματι Ὠσηέ· τίς σόφος καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς· χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.