Τίς οὖν πρὸς ταῦτα ἴσχυσε τῶν καλουμένων σοφῶν, καὶ ποιητῶν, ἢ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν, πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων, καὶ πληθὺν θεῶν εἰσαγαγόντων οἵτινες μετὰ τοσαῦτα ἔτη αὐτοὶ ἐγεννήθησαν τῶν πόλεων, ἔσχατοι καὶ τῶν βασιλέων καὶ ἐθνῶν καὶ πολέμων; ἐχρῆν γὰρ αὐτοὺς μεμνῆσθαι πάντων καὶ τῶν πρὸ κατακλυσμοῦ γεγονότων· περὶ τε κτίσεως κόσμου, καὶ ποιήσεως ἀνθρώπου, τά τε ἑξῆς συμβάντα ἀκριβῶς ἐξειπεῖν τοὺς παρ᾿ Αἰγυπτίοις προφήτας ἢ Χαλδαίους, τούς τε ἄλλους συγγραφεῖς, εἴπερ θείῳ καὶ καθαρῷ πνεύματι ἐλάλησαν, καὶ τὰ δι᾿ αὐτῶν ῥηθέντα ἀληθῆ ἀνήγγειλαν· καὶ οὐ μόνον τὰ προγενόμενα ἢ ἐνεστῶτα, ἀλλὰ καὶ τὰ ἐπερχόμενα τῷ κόσμῳ ἐχρῆν αὐτοὺς προκαταγγεῖλαι. διὸ δείκνυται πάντας τοὺς λοιποὺς πεπλανῆσθαι, μόνους δὲ Χριστιανοὺς τὴν ἀλήθειαν κεχωρηκέναι, οἵτινες ἀπὸ πνεύματος ἁγίου διδασκόμεθα, τοῦ λαλήσαντος ἐν τοῖς ἁγίοις προφήταις, καὶ τὰ πάντα προκαταγγέλοντος. Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾷν τὰ τοῦ Θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ῥηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα, καὶ τὰ ὑπὸ τῶν λοιπῶν, δυνήσει εὑρεῖν τὸ ἀληθές. τὰ μὲν οὖν ὀνόματα τῶν καλουμένων θεῶν, ὅτι παρ᾿ αὐτοῖς ὀνόματα ἀνθρώπων εὑρίσκεται, καθὼς ἐν τοῖς ἐπάνω ἐδηλώσαμεν, ἐξ αὐτῶν τῶν ἱστοριῶν ὧν συνέγραψαν, ἀπεδείξαμεν. αἱ δὲ εἰκόνες αὐτῶν τὸ καθ᾿ ἡμέραν ἕως τοῦ δεῦρο ἐκτυποῦνται, εἴδωλα, ἔργα χειρῶν ἀνθρώπων. καὶ τούτοις μὲν λατρεύει τὸ πλῆθος τῶν ματαίων ἀνθρώπων. τὸν δὲ ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων καὶ τροφέα πάσης πνοῆς ἀθετοῦσι, πειθόμενοι δόγμασι ματαίοις, διὰ πλάνης πατροπαραδότου γνώμης ἀσυνέτου. ὁ μέντοι γε Θεὸς καὶ πατὴρ καὶ κτιστὴς τῶν ὅλων οὐκ ἐγκατέλιπε τὴν ἀνθρωπότητα, ἀλλὰ ἔδωκε νόμον, καὶ ἔπεμψε προφήτας ἁγίους, πρὸς τὸ καταγγεῖλαι καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων, εἰς τὸ ἕνα ἕκαστον ἡμῶν ἀνανῆψαι καὶ ἐπιγνῶναι, ὅτι εἷς ἐστι Θεός· οἱ καὶ ἐδίδαξαν ἀπέχεσθαι ἀπὸ τῆς ἀθεμίτου εἰδωλολατρείας, καὶ μοιχείας, καὶ φόνου, πορνείας, κλοπῆς, φιλαργυρίας, ὅρκου ψεύδους, ὀργῆς καὶ πάσης ἀσελγείας καὶ ἀκαθαρσίας· καὶ πάντα ὅσα ἂν μὴ βούληται ἄνθρωπος ἑαυτῷ γίνεσθαι, ἵνα μηδὲ ἄλλῳ ποιῇ, καὶ οὕτως ὁ δικαιοπραγῶν ἐκφύγῃ τὰς αἰωνίους κολάσεις, καὶ καταξιωθῇ τῆς αἰωνίου ζωῆς παρὰ τοῦ Θεοῦ.