Ἀλλὰ φήσει οὖν τις ἡμῖν, θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος; οὐδαμῶς. τί οὖν ἀθάνατος; οὐδὲ τοῦτο φαμέν. ἀλλὰ ἐρεῖ τις, οὐδὲν οὖν ἐγένετο; οὐδὲ τοῦτο. ἐγὼ μὲν, οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ᾿ ἀρχῆς ἐπεποιήκει, θεὸν αὐτὸν ἐπεποιήκει. πάλιν εἰ θνητὸν αὐτὸν ἐπεποιήκει, ἐδόκει ἂν ὁ Θεὸς αἴτιος εἶναι τοῦ θανάτου αὐτοῦ. οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν, οὔτε μὴν θνητὸν, ἀλλὰ καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων· ἵνα εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ Θεοῦ, μισθὸν κομίσηται παρ᾿ αὐτοῦ τὴν ἀθανασίαν, καὶ γένηται θεός· εἰ δ᾿ αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα, παρακούσας τοῦ Θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς ἄνθρωπον. ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι᾿ ἀμελείας καὶ παρακοῆς, τοῦτο ὁ Θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. καθάπερ γὰρ παρακούσας ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θελήματι τοῦ Θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ἔδωκε γὰρ ὁ Θεὸς ἡμῖν νόμον καὶ ἐντολὰς ἁγίας· ἅς πᾶς ὁ ποιήσας δύναται σωθῆναι, καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν. Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ Θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ᾿ ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ Θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν, καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλε διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων· ἑνὸς γὰρ ὄντος Θεοῦ, ἐκτότε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν, καὶ λέγειν, ἔσεσθε ὡς Θεοί· μήπως οὖν ὑπονοηθῇ ὅτι ὅδε μὲν ὁ Θεὸς ἐποίησε τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο οὖν ἐποίησε τοὺς δύο ἄμφω. οὐ μόνον ἴνα καὶ διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν Θεόν· ἅμα δ᾿ ἐποίησεν ὁ Θεὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτούς. πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἶπε· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. ἔτι καὶ προεφήτευσε, λέγων· τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὅ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας, καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικὶ, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. ταύτην τὴν Εὔαν διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως, καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ Σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ᾿ αὐτοῦ ἀνθρώποις, Εὔαν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται, διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ Θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος, διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.