ΣΤΩΜΥΛΟΝ μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον. ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιασμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου, τί καὶ ὁποῖον ἐστίν. ἐπειδὴ οὐν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς· οἱ οὔτε βλέπουσιν, οὔτε ἀκούουσιν· εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων· ἔτι δὲ φῄς με καὶ Χριστιανὸν, ὡς κακὸν τοὔνομα φοροῦντα· ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι Χριστιανὸς, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο, ἐλπίζων εὔχρηστος εἶναι τῷ Θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις χαλεπὸν εἶναι τοὔνομα τοῦ Θεοῦ, οὕτως ἔχει. ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ Θεῷ, περὶ τοῦ Θεοῦ οὕτω φρονεῖς. Ἀλλὰ καὶ ἐὰν φῇς, δεῖξόν μοι τὸν Θεόν σου· κἀγώ σοι εἴποιμι ἂν, δεῖξόν μοι τὸν ἄνθρωπόν σου, κἀγώ σοι δείξω τὸν Θεόν μου. ἐπεὶ δεῖξον βλέποντας τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου, καὶ τὰ ὦτα τῆς καρδίας σου ἀκούοντα. ὥσπερ γὰρ οἱ βλέποντες τοῖς ὀφθαλμοῖς τοῦ σώματος κατανοοῦσι τὴν τοῦ βίου καὶ ἐπίγειον πραγματείαν, ἅμα δοκιμάζοντες τὰ διαφέροντα, ἤτοι φῶς ἢ σκότος, ἢ λευκὸν ἢ μέλαν, ἢ ἀειδὲς ἢ εὔμορφον, ἢ εὔρυθμον καὶ εὔμετρον, ἢ ἄῤῥυθμον καὶ ἄμετρον, ἢ ὑπὲρ μέτρον ἢ κόλουρον· ὁμοίως δὲ καὶ τὰ ὑπ᾿ ἀκοὴν πίπτοντα, ἢ ὀξύφωνα, ἢ βαρύφωνα, ἢ ἡδύφωνα· οὕτως ἔχοι ἂν καὶ περὶ τὰ ὦτα τῆς καρδίας, καὶ τοὺς ὀφθαλμοὺς τοὺς τῆς ψυχῆς, δύνασθαι Θεὸν θεάσασθαι. βλέπεται γὰρ Θεὸς τοῖς δυναμένοις αὐτὸν ὁρᾷν, ἐπὰν ἔχωσι τοὺς ὀφθαλμοὺς ἀνεωγμένους τῆς ψυχῆς. πάντες μὲν γὰρ ἔχουσι τοὺς ὀφθαλμοὺς, ἀλλὰ ἕνιοι ὑποκεχυμένους, καὶ μὴ βλέποντας τὸ φῶς τοῦ ἡλίου· καὶ οὐ παρὰ τὸ μὴ βλέπειν τοὺς τυφλοὺς ἤδη καὶ οὐκ ἔστι τὸ φῶς τοῦ ἡλίου φαῖνον· ἀλλὰ ἑαυτοὺς αἰτιάσθωσαν οἱ τυφλοὶ, καὶ τοὺς ἑαυτῶν ὀφθαλμούς. οὕτω καὶ σὺ, ὦ ἄνθρωπε, ἔχεις ὑποκεχυμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου ὑπὸ τῶν ἁμαρτημάτων καὶ τῶν πράξεών σου τῶν πονηρῶν. ὥσπερ ἔσοπτρον ἐστιλβωμένον, οὕτω δεῖ τὸν ἄνθρωπον ἔχειν καθαρὰν ψυχήν· ἐπὰν οὖν ᾖ ἰὸς ἐν τῷ ἐσόπτρῳ, οὐ δύναται ὁρᾷσθαι τὸ πρόσωπον τοῦ ἀνθρώπου ἐν τῷ ἐσόπτρῳ. οὕτω καὶ ὅταν ἡ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ, οὐ δύναται ὁ τοιοῦτος ἄνθρωπος θεωρεῖν τὸν Θεόν. δεῖξον οὖν καὶ σὺ σεαυτὸν, εἰ οὐκ εἶ μοιχὸς, εἰ οὐκ εἶ πόρνος, εἰ οὐκ εἶ κλέπτης, εἰ οὐκ εἶ ἅρπαξ, εἰ οὐκ εἶ ἀποστερητὴς, εἰ οὐκ εἶ ἀρσενοκοίτης, εἰ οὐκ εἶ ὑβριστὴς, εἰ οὐκ εἶ λοίδορος, εἰ οὐκ ὀργίλος, εἰ οὐ φθονερὸς, εἰ οὐκ ἀλαζὼν, εἰ οὐχ ὑπερόπτης, εἰ οὐ πλήκτης, εἰ οὐ φιλάργυρος, εἰ οὐ γονεῦσιν ἀπειθὴς, εἰ οὐ τὰ τέκνα σου πωλεῖς. τοῖς γὰρ ταῦτα πράσσουσιν ὁ Θεὸς οὐκ ἐμφανίζεται, ἐὰν μὴ πρῶτον ἑαυτοὺς καθαρίσωσιν ἀπὸ παντὸς μολυσμοῦ. καὶ σοὶ οὖν ἅπαντα ἐπισκοτεῖ, καθάπερ ὕλης ἐπιφορὰ ἐπὰν γένηται τοῖς ὀφθαλμοῖς πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τὸ φῶς τοῦ ἡλίου· οὕτω καὶ σοὶ, ὦ ἄνθρωπε, ἐπισκοτοῦσιν αἱ ἀσέβειαι πρὸς τὸ μὴ δύνασθαί σε ὁρᾷν τὸν Θεόν. Ἐρεῖς οὖν μοι· σὺ ὁ βλέπων, διήγησαί μοι τὸ εἶδος τοῦ Θεοῦ. ἄκουε, ὦ ἄνθρωπε, τὸ μὲν εἶδος τοῦ Θεοῦ, ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθοσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. εἰ γὰρ φῶς αὐτὸν εἴπω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα αὐτοῦ λέγω· ἰσχὺν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθοσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λεγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πῦρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω. ἐρεῖς οὖν μοι· ὀργίζεται Θεός; μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστι τῶν θεοσεβῶν, καὶ πατὴρ τῶν δικαίων· κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν. Ἄναρχος δέ ἐστιν, ὅτι ἀγέννητός ἐστιν· ἀναλλοίωτος δὲ, καθότι ἀθάνατός ἐστι. Θεὸς δὲ λέγεται, διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶ τὸ τρέχειν, καὶ κινεῖν, καὶ ἐνεργεῖν, καὶ τρέφειν, καὶ προνοεῖν, καὶ κυβερνᾷν καὶ ζωοποιεῖν τὰ πάντα. κύριος δέ ἐστι, διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων. πατὴρ δὲ, διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων. δημιουργὸς δὲ καὶ ποιητὴς, διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων. ὕψιστος δὲ, διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων. παντοκράτωρ δὲ, ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει. τὰ γὰρ ὕψη τῶν οὐρανῶν, καὶ τὰ βάθη τῶν ἀβύσσων, καὶ τὰ πέρατα τῆς οἰκουμένης, ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ οὐκ ἔστι τόπος τῆς καταπαύσεως αὐτοῦ. οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσι, γῆ ποίημα αὐτοῦ ἐστι, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν· ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς γεγονότα, πρὸς ὑπηρεσίαν καὶ δουλείαν ἀνθρώπων· καὶ τὰ πάντα ὁ Θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι· ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ. Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή· οὕτως ἔχοι ἂν καὶ τὸν Θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον, καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα, δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό· οὕτω δεῖ νοεῖν εἶναι τὸν Θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι, διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ Θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι. ὃν τρόπον γὰρ ῥόα, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτὴν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων, καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας· οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περίεχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς Θεοῦ. ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾷν τὰ ἔξω τοῦ λέπους αὐτὸς ὢν ἔνδον· οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς Θεοῦ, οὐ δύναται θεωρεῖν τὸν θεόν. εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων, καὶ δυνάμεων;