<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="51"><p>πολλοὺς δὲ βροντῆς τραῦμʼ ἄναιμον ὤλεσε.
καὶ μὴν εἴ τις οὕτως βαρὺς εἴη φθόγγος, ὡς μὴ ἔχειν
<lb n="5"/> αὑτοῦ βαρύτερον, οὐκ ἂν οὐδὲ φθόγγος εἴη τὸ ἐναρ-
μόνιον οὐκ ἔχων. διὰ τοῦτʼ οὖν φθόγγος εἶναι λέγεται
οὐ πᾶσα φωνὴ οὐδὲ πάσης φωνῆς τάσις, ἀλλʼ ἡ ἐναρ-
μόνιος, οἷον μέσης, νεάτης, ὑπάτης. διάστημα δέ φησιν
εἶναι φθόγγων τὴν πρὸς ἀλλήλους ποιὰν σχέσιν, οἷον
<lb n="10"/> διὰ τεσσάρων, διὰ πέντε, διὰ πασῶν, σύστημα δὲ
διαστημάτων ποιὰν περιοχήν, οἷον τετράχορδον, πεντά-
χορδον, ὀκτάχορδον. ἁρμονία δέ ἐστι συστημάτων
σύνταξις, οἷον Λύδιος, Φρύγιος, Δώριος. καὶ τῶν
φθόγγων οἱ μὲν ὀξεῖς, οἱ δὲ βαρεῖς, οἱ δὲ μέσοι·
<lb n="15"/> ὀξεῖς μὲν οἱ τῶν νητῶν, βαρεῖς δὲ οἱ τῶν ὑπατῶν,
μέσοι δὲ οἱ τῶν μεταξύ. τῶν δὲ διαστημάτων τὰ μὲν
σύμφωνα, τὰ δὲ διάφωνα. σύμφωνα μὲν τά τε κατʼ
ἀντίφωνον, οἷόν ἐστι τὸ διὰ πασῶν καὶ τὸ δὶς διὰ
πασῶν, καὶ τὰ 〈κατὰ〉 παράφωνον, οἷον τὸ διὰ πέντε,
<lb n="20"/> τὸ διὰ τεσσάρων. σύμφωνα δὲ κατὰ συνέχειαν οἷον
τόνος, δίεσις. τά τε γὰρ κατʼ ἀντίφωνον σύμφωνά
ἐστιν, ἐπειδὰν τὸ ἀντικείμενον τῇ ὀξύτητι βάρος συμ-
φωνῇ, τά τε κατὰ παράφωνόν ἐστι σύμφωνα, ἐπειδὰν
<note type="footnote">3 Eurip. f. 972 4 εἴ] ἥ A1 6 τοῦτʼ A] τοῦτο Z 8
inscr. τί ἐστι διάστημα A, δ in mg. cf. Marquard p. 231
10 ε mg. A. cf. Boeckh kl. Schr. IIl p. 147 sqq. 157. de metris
Pind. p. 204 sqq. 12 inscr. τί ἐστιν ἁρμονία καὶ περὶ
διαφορᾶς φθόγγων A, ϛ ζ in mg. cf. Marquard p. 212
16 τῶν Z] om. A inscr. περὶ διαστημάτων A, ζ η in mg.
17 cf. Westpha Metrik der Griechen l p. 289. Marquard
p. 252 19 τὰ] τὸ AZ, cf. vs. 23 τὸ om. A1 20 σύμ-
φωνα — δίεσις fort. del. cf. Marquard p. 235</note>

<pb n="49"/>
μήτε ὁμότονον φθέγγηται φθόγγος φθόγγῳ μήτε διά-
φωνον, ἀλλὰ παρά τι γνώριμον διάστημα ὅμοιον. διά-
φωνοι δʼ εἰσὶ καὶ οὐ σύμφωνοι φθόγγοι, ὧν ἐστι το
διάστημα τόνου ἢ διέσεως· ὁ γὰρ τόνος καὶ ἡ δίεσις
ἀρχὴ μὲν συμφωνίας, οὔπω δὲ συμφωνία.</p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="52"><p>ὁ δὲ περιπατητικὸς Ἄδραστος, γνωριμώτερον περί
τε ἁρμονίας καὶ συμφωνίας διεξιών, φησί· καθάπερ τῆς
ἐγγραμμάτου φωνῆς καὶ παντὸς τοῦ λόγου ὁλοσχερῆ
μὲν καὶ πρῶτα μέρη τά τε ῥήματα καὶ ὀνόματα, τούτων
δὲ αἱ συλλαβαί, αὗται δʼ ἐκ γραμμάτων, τὰ δὲ <lb n="10"/>
ματα φωναὶ πρῶταί εἰσι καὶ στοιχειώδεις καὶ ἀδιαίρετοι
καὶ ἐλάχισται — καὶ γὰρ συνίσταται ὁ λόγος ἐκ πρώ-
των γραμμάτων καὶ εἰς ἔσχατα ταῦτα ἀναλύεται —,
οὕτως καὶ τῆς ἐμμελοῦς καὶ ἡρμοσμένης φωνῆς καὶ
παντὸς τοῦ μέλους ὁλοσχερῆ μὲν μέρη τὰ λεγόμενα <lb n="15"/>
συστήματα, τετράχορδα καὶ πεντάχορδα καὶ ὀκτάχορδα·
ταύτα δέ ἐστιν ἐκ διαστημάτων, τὰ δὲ διαστήματα ἐκ
φθόγγων, οἵτινες πάλιν φωναί εἰσι πρῶται καὶ ἀδι-
αίρετοι καὶ στοιχειώδεις, ἐξ ὧν πρώτων συνίσταται τὸ
πᾶν μέλος καὶ εἰς ἃ ἔσχατα ἀναλύεται. διαφέρουσι δὲ <lb n="20"/>
<note type="footnote">1 ὁμότονον: το in ras. A (fort. corr. ex ὁμόφωνον), cf. Vetter
additam. ad. Steph. Thes. (Zwickau 1867) p. 16 3 οὐ] οἱ
AZ ἐστὶ Z] ἐπὶ A 6 inscr. περὶ ἁρμονίας καὶ συμ-
φωνίας A. cf. Chalcid. 44 10 αὗται δ΄] ἅτινα AZ, αἵτινες
Manuel Bryenmius p. 393 11 ἀδιαίρετοι Z] διαιρεταὶ corr.
ex διαιρετοὶ A, quae sunt primae voces individuae atque ele-
mentariae Chalcid. 15 ὥστε ἀναλογεῖν ταῦτα ταῖς λέξεσιν,
οἷον ῥήμασι καὶ ὀνόμασι, τὰ δὲ διαστήματα ταῖς συλλαβαῖς,
τοῖς δὲ φθόγγοις τοῖς στοιχείοις (τὰ στοιχεῖα corr. A2, scr. τοὺς
δὲ φθόγγους τοῖς στοιχείοις) mg. A 18 φθόγγων Z] τῶν
φθόγγων A ἀδιαίρετοι] διαιρεταὶ corr. ex διαιρετοὶ A
19 πρώτων A] πρῶτον Z 20 ἃ Z] om. A, cf. Nicom. introd.
arithm. p. 73, 6 H.</note>

<pb n="50"/>
ἀλλήλων οἱ φθόγγοι ταῖς τάσεσιν, ἐπεὶ οἱ μὲν αὐτῶν
ὀξύτεροι, οἱ δὲ βαρύτεροι· αἱ δὲ τάσεις αὐτῶν κατά
τινας λόγους εἰσὶν ἀφωρισμέναι.</p></div><div type="textpart" subtype="paragraph" n="53"><p>φησὶ δὲ καὶ τοὺς Πυθαγορικους περὶ αὐτῶν οὕτω
<lb n="5"/> τεχνολογεῖν· ἐπεὶ μέλος μὲν πᾶν καὶ πᾶς φθόγγος φωνή
τίς ἐστιν, ἅπασα δὲ φωνὴ ψόφος, ψόφος δὲ πλῆξις ἀέρος
κεκωλυμένου θρύπτεσθαι, φανερὸν ὡς ἠρεμίας μὲν
οὔσης περὶ τὸν ἀέρα οὐκ ἂν γένοιτο οὔτε ψόφος οὔτε
φωνή, διὸ οὐδὲ φθόγγος, πλήξεως δὲ καὶ κινήσεως
<lb n="10"/> γενομένης περὶ τὸν ἀέρα, ταχείας μὲν ὀξὺς ἀποτελεῖται
ὁ φθόγγος, βραδείας δὲ βαρύς, καὶ σφοδρᾶς μὲν μείζων
ἦχος, ἠρέμου δὲ μικρός. τὰ δὲ τάχη τῶν κινήσεων καὶ
αἱ σφοδρότητες ἢ ἐν λόγοις τισὶν ἀποτελοῦνται ἢ καὶ
ἀλόγως πρὸς ἄλληλα. ὑπὸ μὲν οὖν τῶν ἀλόγων ἄλογοι
<lb n="15"/> καὶ ἐκμελεῖς γίνονται ψόφοι, οὓς οὐδὲ φθόγγους χρὴ
καλεῖν κυρίως, ἤχους δὲ μόνον, ὑπὸ δὲ τῶν ἐν λόγοις
τισὶ πρὸς ἀλλήλους πολλαπλασίοις ἢ ἐπιμορίοις ἢ ἁπλῶς
ἀριθμοῦ πρὸς ἀριθμὸν ἐμμελεῖς καὶ κυρίως καὶ ἰδίως
φθόγγοι· ὧν οἱ μὲν ἄλλοι μόνον ἡρμοσμένοι, οἱ δὲ κατὰ
<lb n="20"/> τοὺς πρώτους καὶ γνωριμωτάτους καὶ κυριωτάτους λό-
γους πολλαπλασίους τε καὶ ἐπιμορίους ἤδη καὶ σύμφωνοι.</p></div><div type="textpart" subtype="paragraph" n="54"><p>συμφωνοῦσι δὲ φθόγγοι πρὸς ἀλλήλους, ὧν θατέ-
<note type="footnote">1 ἀλλήλων A] ἄλλων Z 3 λόγους ante λόγους er. A
4 φησὶ A] φασὶ Z 5 Porph. comm. in Ptol. Harm. p. 193
ὁ γοῦν περιπατητικὸς Ἄδραστος τὰ κατὰ τοὺς Πυθαγορείους
ἐκτιθέμενος γράφει· ἐπεὶ μέλος — δὲ μικρός (vs. 12) 6
ψόφος δὲ Z] om. A, ὁ δὲ add. A2, ὁ δὲ ψόφος Porph. 7
φανερὸν Porph.] φανερὸν δὲ AZ 11 μεῖζον A1 12 ἠρέμου
A] ἠρέμα Z, ἠρεμαίας Porph. 18 ἀριθμοῦ A] καὶ Z 21
πολλαπλασίους A] πολλαπλάσιοί Z ἐπιμορίους A] ἐπιμόριοι
Z σύμφωνοι corr. ex. συμφώνους ut vid. A 22 Porph.
comm. in Ptol. Harm. p. 270 Ἄδραστος δὲ ὁ περιπατητικὸς ἐν
τοῖς εἰς τὸν Τίμαιον λέγει οὕτως· συμφωνοῦσι δὲ — ἐξακούεται
φωνή (p. 51, 4). cf. Marquard p. 237. C. Lang Ueberblick
über die altgriech. Harmonik p. 27 1 ἐντατῶν A] ἐν τού-
τοις Z 2 συνηχῇ Porph. 3 ταὐτὸ AZ] τὸ αὐτὸ Porph.
ἡδεῖα Z] ἠδία A1, ἠδεῖα A2, λεία Porph. 6 τέτταρες A2
συμφωνία ἡ διὰ δ ἐν ἐπιτρίτῳ, ἡ διὰ ε συμφωνία ἐν ἡμιολίῳ,
ἡ διὰ πασῶν συμφωνία A2 vel recentior manus in mg. sup.,
adiectis lineis inutilibus 8 πέμπτοι Z] ε A 10 δʼ Z] om.
A 11 ὅτι τὸ πρῶτον μέχρις ὁκταχορδων (tum καὶ del.) ἡ
μουσικὴ ὑπῆρχεν, ὁ ᾱ ὑπάτη βαρύτατος, ὁ ἔσχατος κήτη
ὀξύτατος: ἐπεὶ ὁ (μὲν add. A2) ὀξύτατος φθόγγος ὁ δ (ὁ δ
corr. in ὁ δὲ βαρύτατος A2)· οὗτοι δὲ ἀντίφωνοι mg. A
<lb n="12"/> βαρύτατος ὁ ᾱ φθόγγος ὑπάτη, η ὀξύτατος νήτη A2 vel rec.
m. in mg. inf., adiectis lineis 14 εὑρέθη] εὑρεθήσεται AZ</note>

<pb n="51"/>
ρου κρουσθέντος ἐπί τινος ὀργάνου τῶν ἐντατῶν καὶ
ὁ λοιπὸς κατά τινα οἰκειότητα καὶ συμπάθειαν συνηχεῖ·
κατὰ ταὐτὸ δὲ ἀμφοῖν ἅμα κρουσθέντων ἡδεῖα καὶ
προσηνὴς ἐκ τῆς κράσεως ἐξακούεται φωνή. τῶν δὲ
κατὰ τὸ ἑξῆς ἡρμοσμένων φθόγγων πρῶτοι μὲν οἱ <lb n="5"/>
τέταρτοι τάξει συμφωνοῦσι πρὸς ἀλλήλους, συμφωνοῦσι
δὲ συμφωνίαν τὴν διʼ αὐτὸ τοῦτο διὰ τεσσάρων λεγο-
μένην, ἔπειτα οἱ πέμπτοι τὴν διὰ πέντε, καὶ μετὰ
ταῦτα οἱ περιλαμβάνοντες ἀμφοτέρας τὰς συμφωνίας,
γινόμενοι δʼ ἀπʼ ἀλλήλων ὄγδοοι, τὴν διὰ πασῶν, <lb n="10"/>
οὕτω προσαγορευθεῖσαν ἐπειδὴ τὸ πρῶτον ἀπὸ τῆς
ὀκταχόρδου λύρας ὁ πρῶτος καὶ βαρύτατος φθόγγος,
καλούμενος ὑπάτη, τῷ τελευταίῳ καὶ ὀξυτάτῳ, τουτέστι
τῇ νήτῃ, τὴν αὐτὴν εὑρέθη συνέχων συμφωνίαν κατʼ
ἀντίφωνον. ἐπηυξημένης δὲ τῆς μουσικῆς καὶ πολυχόρ- <lb n="15"/>
δων καὶ πολυφθόγγων γεγονότων ὀργάνων τῷ προσ-
ληφθῆναι καὶ ἐπὶ τὸ βαρὺ καὶ ἐπὶ τὸ ὀξ τοῖς προϋπ-
άρχουσιν ὀκτὼ φθόγγοις ἄλλους πλείονας, ὅμως τῶν
πρώτων συμφωνιῶν αἱ προσηγορίαι φυλάττονται, διὰ
τεσσάρων, διὰ πέντε, διὰ πασῶν.</p><lb n="20"/><pb n="52"/></div><div type="textpart" subtype="paragraph" n="55"><p>προσανηύρηνται δὲ ταύταις ἕτεραι πλείους. τῇ γὰρ
διὰ πασῶν πάσης ἄλλης προστιθεμένης, καὶ ἐλάττονος
καὶ μείζονος καὶ ἴσης, ἐξ ἀμφοῖν ἑτέρα γίνεται συμ-
φωνία, οἷον ἥ τε διὰ πασῶν καὶ διὰ τεσσάρων, καὶ
<lb n="5"/> διὰ πασῶν καὶ διὰ πέντε, καὶ δὶς διὰ πασῶν, ἔτι δὲ
πάλιν τῇ διὰ πασῶν εἰ προστεθείη τούτων τις, οἷον ἡ
δὶς διὰ πασῶν καὶ διὰ τεσσάρων, καὶ ἐπὶ τῶν ἄλλων
ὁμοίως μέχρι τοῦ δύνασθαι φθέγγεσθαι ἢ κρίνειν
ἀκούοντας. τόπος γάρ τις καλεῖται τῆς φωνῆς ὃν
<lb n="10"/> διεξέρχεται ἀπὸ βαρυτάτου τινὸς ἀρξαμένη φθόγγου
καὶ κατὰ τὸ ἑξῆς ἐπὶ τὸ ὀξὺ προϊοῦσα, ἢ ἀνάπαλιν.
τούτων δὲ οἱ μὲν ἐπὶ πλεῖον, οἱ δὲ ἐπʼ ἔλαττον διιστᾶσιν.
τὸ μέντοι ἑξῆς καὶ ἐμμελῶς ἐν τούτῳ προκόπτειν οὔτε
ὡς ἔτυχε γίνεται οὔτε μὴν ἁπλῶς καὶ μοναχῶς, ἀλλὰ
<lb n="15"/> κατά τινας τρόπους ἀφωρισμένους, καθʼ οὓς αἱ τῶν
λεγομένων γενῶν τῆς μελῳδίας θεωροῦνται διαφοραί.
καθάπερ γὰρ ἐπὶ τοῦ λόγου καὶ τῆς ἐγγραμμάτου φωνῆς
οὐ πᾶν γράμμα παντὶ συμπλεκόμενον συλλαβὴν ἢ λόγον
ἀποτελεῖ, οὕτως οὐδὲ ἐν τῷ μέλει κατὰ τὴν ἡρμοσμένην
<lb n="20"/> φωνὴν οὐδʼ ἐν τῷ ταύτης τόπῳ πᾶς φθόγγος μετὰ
παντὸς τιθέμενος ἐμμελὲς ποιεῖ διάστημα, ἀλλʼ ὥς
φαμεν κατὰ τρόπους τινὰς ἀφωρισμένους.</p><note type="footnote">1 ταῦται A1 6 τῇ δὶς διὰ πασῶν A2 et Bryenn. p. 394
εἰ primo om., tum add A, deest in Z 8 ὁμοίως A] οὕτως
Z 9 cf. Aristox p. 18, 27 Marq. Vetter additam. ad. Steph.
Thes. p. 24 γρ΄ οὕτως ὅτι ὁ τῆς φωνῆς τόπος ἢ ἀπὸ βαρυ-
τάτου ἀρξάμενος κατὰ τὸ ἑξῆς ἐπὶ τὸ ὀξὺ δίεισιν ἢ ἔμπαλιν
ἀπὸ ὀξυτάτου ἐπὶ τὸ βαρύ mg. A 12 τούτων — διιστᾶ-
σιν fort. del. 13 sq. τὸ — ἐμμελῶς — προκόπτειν Z]
corr. in ἡ — ἐμμελὴς — προκοπὴ A 14 ἀλλὰ A] ἀλλὰ καὶ Z</note><note type="footnote">17 cf. Aristox. p. 38 et 52 Marq. 19 κατὰ τὴν Z]
om. A</note><pb n="53"/></div></div></body></text></TEI>