<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="26"><p>προμήκης δέ ἐστιν ἀριθμὸς ὁ ὑπὸ δύο ἀνίσων
ἀριθμῶν ἀποτελούμενος ὡντινωνοῦν, ἢ μονάδι ἢ δυάδι
<lb n="10"/> ἢ καὶ πλείονι τοῦ ἑτέρου τὸν ἕτερον ὑπερέχοντος, ὡς
ὁ κδʹ, ἔστι γὰρ ἑξάκις δʹ, καὶ οἱ τοιοῦτοι. ἔστι δὲ τρία
μέρη τῶν προμηκων. καὶ γὰρ πᾶς ἑτερομήκης προμή-
κης, καθὸ μείζονα τὴν ἑτέραν πλευρὰν τῆς ἑτέρας ἔχει.
ὥστε εἰ μέν τις ἑτερομήκης, οὗτος καὶ προμήκης· οὐ
<lb n="15"/> μὴν ἀνάπαλιν· ὁ γὰρ μείζονα πλέον ἢ μονάδι τὴν ἑτέ-
ραν ἔχων πλευρὰν προμήκης μέν, οὐ μὴν ἑτερομήκης·
ἦν γὰρ ἑτερομήκης ὁ μονάδι μείζονα τὴν ἑτέραν ἔχων
πλευράν, ὡς ὁ ϛʹ· ἔστι γὰρ δὶς γʹ ϛʹ. ἔτι προμήκης καὶ
ὁ κατὰ διαφορὰν πολλαπλασιασμοῦ ποτὲ μὲν μονάδι
<lb n="20"/> μείζονα τὴν ἑτέραν πλευρὰν 〈ἔχων〉, ποτὲ δὲ πλεῖον ἢ
μονάδι· ὡς ὁ ιβ΄· ἔστι γὰρ καὶ τρὶς δʹ καὶ δὶς ϛʹ, ὥστε
κατὰ μὲν τὸ τρὶς δʹ εἴη ἂν ἑτερομήκης, κατὰ δὲ τὸ δὶς
ϛ΄ προμήκης. ἔτι προμήκης ἐστὶν ὁ κατὰ πάσας τὰς
σχέσεις τῶν πολλαπλασιασμῶν πλέον ἢ μονάδι μείζονα
<lb n="25"/> τὴν ἑτέραν ἔχων πλευράν· ὡς ὁ μʹ· καὶ γὰρ τετράκις ιʹ
<note type="footnote">3 τὸ τρίτον apogr.] τὸν τρίτον Α. 6 ϛʹ θʹ ιβʹ fort. del.
8 inser. περὶ προμηκῶν (corr. ex προμήκῶν) ἀριθμιῶν Α,
ιη in mg. 9 δυάδι apogr.) δια΄ Α 12 μέρη] γένη 14.
οὗτος corr. ex οὕτως Α 19 πολλαπλασιασμός Α, κατὰ διάφορον
πολλαπλασιασμὸν Bull. 20 ἔχων add. apogr. 25 τετράκι
Α, em. apogr.</note>

<pb n="31"/>
καὶ πεντάκις η΄ καὶ δὶς κʹ· ὅστις καὶ μόνος ἂν εἴη προ-
μήκης. ἑτερομήκης γάρ ἐστιν ὁ ἐκ τῶν ἴσων ἀριθμῶν
τὴν πρώτην λαμβάνων ἑτερότητα· ἡ δὲ τῆς μονάδος τῷ
ἑτέρᾳ ἀριθμῷ προσθήκη πρώτην ποιεῖ ἑτερότητα· διὸ
οἱ ἐκ τούτων κυρίως ἀπὸ τῆς πρώτης τῶν πλευρῶν <lb n="5"/>
ἑτερότητος ἑτερομήκεις. οἱ δὲ πλέον ἢ μονάδι τὴν ἑτέ-
ραν πλευρὰν μείζονα ἔχοντες διὰ τὸν ἐπὶ πλέον προ-
βιβασμὸν τοῦ μήκους προμήκεις κέκληνται.</p></div><div type="textpart" subtype="paragraph" n="27"><p>εἰσὶ δὲ τῶν ἀριθμῶν οἱ μὲν ἐπίπεδοι, ὅσοι ὑπὸ
δύο ἀριθμῶν πολλαπλασιάζονται, οἷον μήκους καὶ πλά- <lb n="10"/>
τους, τούτων δὲ οἱ μὲν τρίγωνοι, οἱ δὲ τετράγωνοι, οἱ
δὲ πεντάγωνοι καὶ κατὰ τὸ ἑξῆς πολύγωνοι.</p></div><div type="textpart" subtype="paragraph" n="28"><p>γεννῶνται δὲ οἱ τρίγωνοι τὸν τρόπον τοῦτον.
ὥσπερ] οἱ ἐφεξῆς ἄρτιοι ἀλλήλοις ἐπισυντιθέμενοι
κατὰ τὸ ἑξῆς ἑτερομήκεις ἀριθμοὺς ποιοῦσιν. οἷον ὁ <lb n="15"/>
βʹ πρῶτος ἄρτιος· καὶ ἔστιν ἑτερομήκης· ἔστι γὰρ ἅπαξ
β΄. εἶτα τοῖς βʹ ἂν προσθῇς δʹ, γίνεται ϛʹ, ὃς καὶ αὐτὸς
ἑτερομήκης· ἔστι γὰρ δὶς γ΄. καὶ μέχρις ἀπείρου ὁ
αὐτὸς λόγος. ἐναργέστερον δέ, ὥστε πᾶσιν εὐσύνοπτον
εἶναι τὸ λεγόμενον, δείκνυται καὶ τῇδε. πρώτη δυὰς <lb n="20"/>
ἔστω ἄλφα ἐκκείμενα δύο τάδε·
α α
τὸ σχῆμα αὐτῶν ἔσται ἑτερόμκες· κατὰ μὲν γὰρ τὸ
μῆκός ἐστιν ἐπὶ δύο, κατὰ δὲ τὸ πλάτος ἐφʼ ἕν. μετὰ
τὰ δύο ἐστὶν ἄρτιος ὁ δʹ ἃ ἐὰν προσθῶμεν τοῖς πρώτοις <lb n="25"/>
<note type="footnote">1 μόνον? 3 λαμβάνον Α., em. apogr. 4 πρώτην corr.
ex πρῶτον ut vid., antea una litt. erasa Α 9 inscr. περὶ
ἐπιπέδων ἀριθμῶν Α, ιθ in mg 13 inscr. περὶ τρι-
γώ νων ἀριθμῶν π ῶς γεννῶνται καὶ περὶ τῶν ἑξῆς
πολυγώνων Α, κ in mg. 23 post ἔσται compendium eius-
dem voculae erasum in Α 24 ἐφ᾿] ὑφʼ Α 25 ἢν Α.</note>

<pb n="32"/>
δύο ἄλφα [α΄ α΄] καὶ περιθῶμεν τὰ δ΄ τοῖς β΄, γίνεται
ἑτερόμηκες τὸ τῶν Ϛ΄ σχῆμα· κατὰ μὲν γὰρ τὸ μῆκος
γίνεται ἐπὶ τρία, κατὰ δὲ τὸ πλάτος ἐπὶ β΄. ἑξῆς ἐστιν
ἄρτιος μετὰ δ΄ ὁ Ϛ΄· ἂν προσθῇς ταῦτα τοῖς πρώτοις Ϛ΄,
<lb n="5"/> γίνεται ὁ ιβ΄, κἂν περιθῇς αὐτὰ τοῖς πρώτοις, ἔσται
σχῆμα ἑτερόμηκες· ὡς ἔχειν ταῦτα κατὰ τὸ μῆκος μὲν
δ΄, κατὰ πλάτος δὲ γ΄. καὶ μέχρις ἀπείρου ὁ αὐτὸς λόγος
κατὰ τὴν τῶν ἀρτίων ἐπισύνθεσιν.</p></div><div type="textpart" subtype="paragraph" n="29"><p>ααα αααα
ααα αααα
αααα</p></div><div type="textpart" subtype="paragraph" n="30"><p>πάλιν δὲ οἱ ἑξῆς περισσοὶ ἀλλήλοις ἐπισυντιθέμενοι
<lb n="10"/> τετραγώνους ποιοῦσιν ἀριθμούς. εἰσὶ δὲ οἱ ἐφεξῆς
περισσοὶ α΄ γ΄ ε΄ ζ θ΄ ια΄. ταῦτα δὲ ἐφεξῆς συντιθεὶς
ποιήσεις τετραγώνους ἀριθμούς. οἷον τὸ ἓν πρῶτον
τετράγωνον· ἔστι γὰρ ἅπαξ ἓν ἕν. εἶτα περισσὸς ὁ
γ΄· τοῦτον ἂν προσθῇς τὸν γνώμονα τῷ ἑνί, ποιήσεις
<lb n="15"/> τετράγωνον ἰσάκις ἴσον· ἔσται γὰρ κατὰ μῆκος β΄ καὶ
κατὰ πλάτος β΄. ἐφεξῆς περισσὸς ὁ ε΄· τοῦτον ἂν περι-
θῇς τὸν γνώμονα τῷ δ΄ τετραγώνῳ, γενήσεται πάλιν
τετράγωνος ὁ θ΄, καὶ κατὰ μῆκος ἔχων γ΄ καὶ κατὰ
πλάτος γ΄. ἐφεξῆς περισσὸς ὁ ζ΄· τοῦτον ἂν προσθῇς
<lb n="20"/> τῷ θ΄, ποιεῖς τὸν ιϛ΄, καὶ κατὰ μῆκος δ΄ καὶ κατὰ πλά-
τος δ΄. ὁ δὲ αὐτὸς λογος μέχρις ἀπείρου.</p></div></div></body></text></TEI>