<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="206"><p>ἐπεὶ τοίνυν ἐπʼ εὐθείας τῶν φωτιζόντων αἱ ἀκτῖνες
καὶ αἱ αὐγαὶ πίπτουσι καὶ παραπλησίως συνεχεῖς ταύ- <lb n="10"/>
ταις αἱ σκιαί, ὅταν μὲν ἴσον τό τε φωτίζον καὶ τὸ
τὴν σκιὰν ἀποβάλλον, σφαιρικὰ δὲ ἄμφω, γίνεται ἡ
[δὲ] σκιὰ κυλινδρικὴ καὶ εἰς ἄπειρον ἐκπίπτουσα. οἷον
ἔστω φωτίζον μὲν τὸ αβ, φωτιζόμενον δὲ τὸ γδ, ἴσα
δὲ ἀλλήλοις καὶ σφαιρικά· δῆλον οὖν ὡς τῆς γε αγ <lb n="15"/>
ἀκτῖνος καὶ τῆς βδ ἐπʼ εὐθείας ἐκπιπτουσῶν, ἐπεὶ αἱ
αβ γδ διάμετροι ἴσαι τέ εἰσιν ἀλλήλαις καὶ πρὸς ὀρθὰς
ταῖς ἄγ βδζ ἐφαπτομέναις, παράλληλοι ἔσονται, καὶ αἱ
<note type="footnote">3 νοτιώτερον: ι corr. ex ει B 5 inscr. περὶ ἐκλείψεως
σελήνης B 8 tres quae sequuntur descriptiones desunt in B,
sed exstant apud Chalc. 10 ταύτης B* 12 γίνηται, ἡ δὲ
σκιὰ Mart. ergo cum ignis lucem praebens aequalis erit corpori,
ex quo emicant umbrae, si tam ignis quam corporis globosa erit
forma, umbrae nascentur in modum cylindri Chalc. 89 13 ἐμ-
πίπτουσα B* 14 φωτιζόμενον] προσλαμβάνον B, προλαμβά-
νον Mart. quod vero illuminatur Chalc. 16 βδ Chalc.] εδ B</note>
<note type="footnote">ἐμποπτουσῶν B* 18 ἐφαπτομένας d, cf. p. 190, 5, ἑκάτε-
ραι μὲν οὖν Mart.</note>

<pb n="196"/>
γε δζ ἐπʼ ἄπειρον ἐκβαλλόμεναι οὐ συμπεσοῦνται· τοῦ
δὲ τοιούτου πάντοθεν γινομένου δῆλον ὡς τῆς γδ σφαί-
ρας ἡ σκιὰ κυλινδρικὴ τε ἔσται καὶ ἐπʼ ἄπειρον ἐκπί-
πτουσα.</p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="207"><p>ἐὰν μέντοι τὸ φωτίζον ἔλαττον ᾖ, οἷον τὸ ηθ, το
δὲ φωτιζόμενον μεῖζον, οἷον τὸ κλ, ἡ κμλν 〈σκιὰ〉 τῷ
μὲν σχήματι ἔσται καλαθοειδής, ἐπʼ ἄπειρον δὲ ὁμοίως
ἐκπίπτουσα· ἐπεὶ γὰρ μείζων ἡ κλ διάμετρος τῆς ηθ, αἰ
κμ λν ἀκτῖνες ἐπʼ ἄπειρον ἐκπίπτουσαι ἐν πλείονι ἀεὶ
<lb n="10"/> διαστάσει γενήσονται, 〈καὶ〉 τοῦτʼ ἔσται πανταχόθεν
ὁμοίως.</p><note type="footnote">1 δζ] δξ B* 6 Chalc. 90] ηλ B σκιὰ add. Mart.
manifestum est umbram orbis κλ quoe est κμλν in formam quidem
effigiari calathi Chalc. 7 καλαθοειδὲς B* 8 κλ Chalc.] ηλ
B αἱ κμ λν] καὶ ηλ μν B*, ηκμ et θλν Chalc. 9 ἀκτῖ-
νες bis scr, ἐμπίπτουσαι B* 10 γενήσεται τοὺ
τ ἔσται B, τοῦ τ· ἔσται 〈τε〉 Mart.</note><pb n="197"/></div><div type="textpart" subtype="paragraph" n="208"><p>ἐὰν δὲ ἀνάπαλιν τὸ μὲν φωτίζον μεῖζον, καθά-
περ τὸ ξο, τὸ δὲ φωτιζόμενον 〈ἔλαττον〉, οἷον τὸ πρ,
σφαιρικὰ δὲ ἄμφω, δῆλον ὅτι ἡ τοῦ πρ σκιά, τουτέστιν
ἡ πρσ, κωνοειδὴς καὶ πεπερασμένη γενήσεται, τῶν ξπ
ορ ἀκτίνων ἐπʼ εὐθείας ἐκβαλλομένων καὶ συμπιπτου- <lb n="5"/>
σῶν ἀλλήλαις κατὰ τὸ σ σημεῖον, ἐπειδὴ ἐλάττων ἐστὶν
ἡ πρ διάμετρος τῆς ξο, καὶ τούτου γινομένου πανταχόθεν.</p></div><div type="textpart" subtype="paragraph" n="209"><p>ἐπεὶ τοίνυν διὰ τῆς περὶ ἀποστημάτων καὶ μεγεθῶν
πραγματείας ἡλίου καὶ σελήνης δείκνυσιν Ἵππαρχος τὸν
μὲν ἥλιον σύνεγγυς χιλιοκτακοςιουδοηκονταπλασίονα <lb n="10"/>
τῆς γῆς, τὴν γῆν ἑπταεικοσαπλασίονα μάλιστα τῆς σελή-
νης, πολὺ δὲ ὑψηλότερον τὸν ἥλιον τῆς σελήνης, δῆλον
ὡς ἥ τε σκιὰ ἔσται τῆς γῆς κωνοειδὴς καὶ κατὰ τὴν
κοινὴν διάμετρον τοῦ τε ἡλίου καὶ τῆς γῆς ἐμπίπτουσα,
καὶ τὸ τῆς σελήνης μέγεθος κατὰ τὸ πλεῖστον ἔλαττον <lb n="15"/>
τοῦ πάχους τῆς ἀπὸ τῆς γῆς σκιᾶς. ἐπειδὰν κατὰ μὲν
τὸν ἕτερον σύνδεσμον ἥλιος γένηται, κατὰ δὲ τὸν ἕτε-
ρον σελήνη, καὶ ἐπὶ μιᾶς εὐθείας ὅ τε ἥλιος καὶ ἡ γῆ
καὶ ἡ σκιὰ καὶ ἡ σελήνη καταστῇ, τότε ἀναγκαίως ἐμ-
πίπτουσα εἰς τὴν σκιὰν τῆς γῆς ἡ σελήνη, διὰ τὸ ἐλάτ- <lb n="20"/>
των εἶναι αὐτῆς καὶ μηδὲν ἔχειν ἴδιον φῶς, ἀφανὴς
καθίσταται καὶ λέγεται ἐκλείπειν. ἀλλʼ ἐπειδὰν μὲν
ἀκριβῶς γένωνται κατὰ διάμετρον, ὥστε ἐπὶ τῆς αὐτῆς,
ὡς φαμεν, εὐθείας καταστῆναι τό τε τοῦ ἡλίου κέντρον
<note type="footnote">1 inscr. περὶ μεγέθους ἡλίου καὶ σελήνης καὶ περὶ
ἐκθ έσεως (ἐκθέσεως compendiose scr., ἐ κλείψεως Mart.)
σελήνης B 2 μεῖον add. Mart. (si) minus vero erit quod
inlustratur Chalc. 3 τουτὶ 4 κονοειδῆς B* 5 συμ-
πτουσῶν B* 13 κονοειδὴς B* 16 ἐπειδὰν 〈οὖν〉?
17 γένεται B* 18 σελήνης B* 21 ἀφανὲς B*</note>

<pb n="198"/>
καὶ τὸ τῆς γῆς καὶ τὸ τῆς σελήνης, διὰ μέσου τοῦ
σκιάσματος σελήνη ἰοῦσα ὅλη ἐκλείπει· ὅτε δὲ σύνεγγυς,
μὴ μέντοι ἐπʼ εὐθείας, ἐνίοτε οὐχ ὅλη· τὰ μέντοι πλείω,
μὴ κατὰ τοὺς συνδέσμους γινομένων τῶν σωμάτων τοῦ
<lb n="5"/> τε ἡλίου καὶ σελήνης ἐν ταῖς πανσελήνοις, ἡ μὲν σκιὰ
τῆς γῆς καὶ οὕτως ἐπὶ μιᾶς εὐθείας ἔσται τῷ ἡλίῳ, ἡ
δὲ σελήνη, βορειοτέρα τῆς σκιᾶς ἢ νοτιωτέρα παροῦσα
καὶ κατʼ οὐδὲν εἰς αὐτὴν ἐμπίπτουσα, οὐδʼ ὅλως ἐκλείψει.</p></div><div type="textpart" subtype="paragraph" n="210"><p>ταυτὶ μὲν ὁ Ἄδραστος. ὁ δὲ Δερκυλλίδης οὐδεμιᾷ
<lb n="10"/> μὲν οἰκείᾳ καὶ προσηκούσῃ τάξει περὶ τούτων ἀνέγρα-
ψεν· ἃ δὲ καὶ αὐτὸς ὑποδείκνυσιν ἐν τῷ περὶ τοῦ
ἀτράκτου καὶ τῶν σφονδύλων τῶν ἐν τῇ Πολιτείᾳ παρὰ
Πλάτωνι λεγομένων ἐστὶ τοιαῦτα.</p></div></div></body></text></TEI>