<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="195"><p>ἀποκαθιστάσθω πρότερον ἐν τῷ αὐτῷ· καὶ ἔστω
κέντρον τῆς σφαίρας τὸ μ· καὶ γεγράφθω κέντρῳ μὲν
τῷ θ, διαστήματι δὲ τῷ θμ κύκλος ὁ μλνξ· τῆς δὲ 〈ευ〉
εὐθείας δίχα διαιρεθείσης κατὰ τὸ κ, κέντρῷ μν τῷ κ,
διαστήματι δὲ τῷ κε, κύκλος γεγράφθω ὁ ελυξ, ἔκκεν- <lb n="5"/>
τρος πρὸς τὸ πᾶν. φανερὸν δὴ ὅτι ἐν ῴ χρόνῳ ἡ κοίλη
σφαῖρα τοῦ πλανωμένου τῆς τῶν ἀπλανῶν ὑπολείπεται
φέρουσα τὴν στερεάν, τὸ μὲν μ κέντρον τῆς στερεἄς
σφαίρας διελεύσεται τὸν μλνξ κύκλον ἔγκεντρον, ἐπὶ
τὰ ἐναντία δοκοῦν φέρεσθαι καὶ ἀπάγον τὴν στερεὰν <lb n="10"/>
σφαῖραν, τὸ δὲ ἐπὶ τοῦ ε πλανώμενον ἐν μὲν τῇ στερεᾷ
σφαίρᾷ γράψει τὸν εηπζ κύκλον, ἐπίκυκλον γινόμενον
τοῦ μλνξ ἐγκέντρου, αὐτὸν φερόμενον ἐπὶ τὰ αὐτὰ τῷ
παντί· κατὰ συμβεβηκὸς 〈δὲ〉 γράψει καὶ τὸν ελυξ ἔκ-
κεντρον ἴσον τῷ ἐγκέντρῳ, περιγράφον αὐτὸν ἐπὶ τὰ <lb n="15"/>
ἐναπτίτ τῷ παντί· δόξει δὲ τοῖς ἀπὸ τοῦ 6 ὁρῶσι καὶ
τὸν αβγδ ζῳδιακον διανύειν, εἰς τὰ ἑπόμενα προῖὸν
ὑπεναντίως τῇ τοῦ παντὸς φορᾷ· φανήσεται δὲ καὶ πλά-
τος κινεῖσθαι τὸ κατὰ λόγον τῆς λοξώήσεως τοῦ ἐπιπέδου
πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων, ᾧ ἐπιπέδῳ πρὸς ὀρθὰς <lb n="20"/>
οἱ ἄξονες τῶν σφαιρῶν αὐτοῦ· κατὰ δὲ τὸν αὐτὸν τόπον
ἀεὶ μέγιστον ἀπόστημια ποιήσεται καὶ τὰ ἐλάχιστα δόξει
<note type="footnote">1 ἔστω] ἐν τῶ B 2 τῆ σφαίρα B. ἐν τῷ κέντρῳ (ex ea
nota qua voc. κέντρον hoc loco significatur casus cognosci non
potest) τῇ σφαίρᾳ Mart. 3 τὸ θ B* τὸ θμ B* μψνξ
B* ευ add. Mart. 4 τὸ κ] τὸ ή B, τὸ Β Merl. τῷ κ]
τὸ η B, τῷ H Mart. 5 τῷ] τὸ B* ἔγκεντρος B* 9 μ νξ
10 ἀπάγο. θ, em. apogr. 11 τὸ] τὸν B* 12 εντξ B*</note>
<note type="footnote">14 καὶ ante κατὰ add. Mart. 15 περιγράφων B* ἐπὶ]
περὶ B* 17 προίών B* 20 τὸν] τῶν B* ώ ἐπίπεδοι
B, οἷς ἐπιπέδοις Mart. 22 καὶ τὰ] κατὰ B*</note>

<pb n="184"/>
κινεῖσθαι, οἷον κατὰ τὸ α σημεῖον τοῦ ζῳδιακοῦ, ἐπει-
δὰν τῆς στερεᾶς σφαίρας τὸ κέντρον ἐπὶ τῆς αθ εὐθείας
κατὰ τὸ μ, αὐτὸ δὲ τὸ πλανώμενον κατὰ τὸ ε· κατὰ δὲ
τοὐναντίον ἀεὶ τὸ ἐλάχιστον ἀπόστημα ἀποστήσεται καὶ
<lb n="5"/> τὰ μέγιστα δόξει κινεῖσθαι, οἷον κατὰ τὸ γ σημεῖον τοῦ
ζῳδιακοῦ, ἐπειδάν, ἐπὶ τὰ ἐναντία τῆς κοίλης σφαίρας
μεταπεσούσης, [καὶ] τῆς στερεᾶς τὸ μὲν κέντρον ἐπὶ
τῆς θγ εὐθείας γένηται κατὰ τὸ ν, αὐτὸ δὲ τὸ πλανώ-
μενον κατὰ τὸ γ, τουτέστι κατὰ τὸ υ. τὰ μέντοι μέσα
<lb n="10"/> ἀποστήματα καὶ τὰ μέσα κινήματα ποιήσεται διχῇ, κατὰ
τὰς διχοτομίας γινόμενον τοῦ εζπη ἐπικύκλου καὶ τοῦ
μλνξ ἐγκέντρου, οἷον τὰς ζ η, αἵτινες διὰ τὴν ἐπὶ τὰ
ἐναντία μετάπτωσιν τῶν σφαιρῶν ἢ ὑπόλειψιν αἰ αὐταὶ
γίνονται ταῖς λ ξ διχοτομίαις τοῦ τε ελυξ ἐκκέντρου
<lb n="15"/> κύκλου καὶ τοῦ μλνξ ἐγκέντρου, φαινόμεναι κατὰ τὰ
μεταξὺ σημεῖα τῶν α γ ἐφʼ ἑκάτερα β δ ἐν τῷ ζῳδιακῷ,
οἷον τὰ φ ω· ἅ τινα πάντα φαίνεται περὶ τὸν ἥλιον,
διὰ τὸ τοὺς ἀποκαταστατικοὺς αὐτοῦ χρόνους πάντας
ὡς πρὸς αἴσθησιν ἴσους ἢ σύνεγγυς ἀλλήλων εὑίσκεσθαι
<lb n="20"/> — λέγω δὲ τόν τε τοῦ μήκους καὶ τοῦ πλάτους καὶ βά-
θους — 〈καὶ〉 ἐπισυναντᾶν ἀμφοτέρων τῶν σφαιρῶν τὰ
ὁμόλογα σημεῖα κατὰ τὰς ὁμολόγους αὐτῶν κινήσεις ἀεὶ
κατὰ τοὺς αὐτοὺς τόπους καὶ κατὰ τὰ αὐτὰ ὁρᾶσθαι ζῴδια.</p></div><div type="textpart" subtype="paragraph" n="196"><p>ἐπειδὴ δὲ τῇ τοιαύτῃ καὶ κατὰ φύσιν [οὕτω] φορᾷ
<lb n="25"/> τῶν [πλανωμένων οὕτω] σφαιρῶν, ὁμαλῇ καὶ ἁπλῇ καὶ
<note type="footnote">7 κέντρον] nota voc. κέντρω B* 11 εξπη B* 11 ext.
τοῦ] τὸ B* 12 ἐκκέντρου B* τὰς ζ η] τὸ ε ξ B*
13 ὑπόληψιν B* 15 ἐκκέντρου, φαινόμενα 18 cf. p.
172, 17 22 τὰς] τούς B* 23 αὐτοὺς] αὐτῆς B* 25 οὕτω]
ἢ τῶν Mart. ὁμαλὴ καὶ ἁπλὴ B*</note>

<pb n="185"/>
τεταγμένῃ, λοξῇ δὲ καὶ διὰ βραδυτῆτα μόνον ὑπολειπο-
μένῃ τῶν ἀπλανῶν ἢ μιᾷ τῇ φερούσῃ τὴν στερεάν,
τουτέστι τὸν ἐπίκυκλον, ἐπὶ τὰ ἐναντία φερομένῃ κατὰ
συμβεβηκὸς ἐπιγίνεται ποικίλη καὶ σύνθετος ἀνώμαλός
τε καὶ] οὖσα φορὰ τοῦ πλανωμένου, διὰ μὲν . . . . . <lb n="5"/>
. . . . . . . εἰς τὰ ἑπόμενα τῶν ζῳδίων γινομένη ἢ ὄν-
τως ἢ καθʼ ὑπόλειψιν, διὰ δὲ τὴν λόξωσιν ἐν πλάτει
τινὶ τῶν ζῳδίων θεωρουμένη, διὰ δὲ 〈τὴν〉 τῆς στερεὰς
περὶ τὸν αὐτῆς ἄξονα δίνησιν ποτὲ μὲν ἐν ὕψει καὶ διὰ
τοῦτο βραδεῖα δοκοῦσα, ποτὲ δὲ ἐν βάθει καὶ διὰ τοῦτο <lb n="10"/>
ταχυτέρα, καὶ ἀπλῶς ἀνώμαλος, διὰ ταῦτα δὲ καὶ κατὰ
τοῦ ἐπικύκλου γινομένη καὶ κατὰ τοῦ ἐκκέντρον δο-
κοῦσα, δῆλον ὡς εἰκότως καὶ αἰ τῶν μαθηματικῶν ὑπο-
θέσεις τῆς φορᾶς αὐτῶν, ἢ τε κατʼ ἐπίκυκλον καὶ κατʼ
ἔκκεντρον, ἀλλήλαις ἕπονται καὶ συνᾴδουσιν, ἐπειδὴ <lb n="15"/>
ἀμφότεραι τῇ κατὰ φύσιν, κατὰ συμβεβηκὸς δέ, ἀκο-
λουθοῦσιν, ὅ καὶ θαυμάζει Ἵππαρχος, μάλιστα ἐπὶ τοῦ
ἡλίου διὰ τὸ ἰσοχρόνιον τῆς τῶν σφαιρῶν αὐτοῦ φορᾶς
ἀκριβῶς ἀπαρτιζόμενον, ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως
ἀκριβῶς διὰ τὸ μὴ ἐν τῷ αὐτῷ χρόνῳ τὴν στερεὰν <lb n="20"/>
σφαῖραν τοῦ πλάνητος ἀποκαθίστασθαι, ἐν ᾧ ἡ κοίλη
τῆς τῶν ἀπλανῶν ἢ ὑπολείπεται ἢ ἐπὶ τὰ ἐναντία περι-
ἐρχται, ἀλλʼ ἐφʼ ὧν μὲν θᾶττον, ἐφʼ ὧν δὲ βραδύτε-
ρον, ὥστε τὰς ὁμολόγους αὐτῶν κινήσεις, καὶ κατὰ τὰ
<note type="footnote">1 λοξὴ B* 2 ἢ μιᾷ) ἡ μία B* 5 καὶ del. Mart.
διὰ μὲν . . . ] μία μὲν ἡ B, lacuna ante μία vacuo spatio com-
plurium literarun indicata: excidisse videntur verba τὴν τῆς
κοίλης φορὰν vel similia. καὶ μία μὲν ἡ Mart. 7 ὑπόληψιν
B* 8 τὴν add. Mart. 11 κατὰ] διὰ B* 17 ππαρχος:
cf. p. 166, 6 ἐπὶ] ὑπὸ B* 19 ἀπαρτιζομένους B*
21 κοίλη τῆς] κοιλότης B*</note>

<pb n="186"/>
αὐτὰ σημεῖα τῶν σφαιρών μὴ κατὰ τοὺς αὐτοὺς τόπους
συναντᾶν, ἀλλʼ ἀεὶ παραλλάττειν, εἶναι δὲ καὶ τὰς
λοξώσεις τῶν σφαιρῶν ἐν πλείοσι πλάτεσι, διὰ δὲ ταῦτα
τούς τε [τοὺς] ἀποκαταστατικοὺς αὐτῶν χρόνους τοῦ τε
<lb n="5"/> μήκους καὶ πλάτους καὶ βάθους ἀνίσους εἶναι καὶ δια-
φόρους, 〈καὶ τὰς μεγίστας〉 καὶ ἐλαχίστας καὶ μέσα
ἀποστάσεις καὶ κινήσεις ἄλλοτε κατʼ ἄλλους τόπους καὶ
ἐν πᾶσι ποιεῖσθαι τοῖς ζῳδίοις, ἔτι δέ, διὰ τὸ παραλλάτ-
τειν, ὥς φαμεν, τὰς ὁμολόγους κινήσεις καὶ κατὰ τὰ
<lb n="10"/> ὁμόλογα σημεῖα τῶν σφαιρῶν, μηδὲ κύκλους δοκεῖν
γράφειν τὰ πλανώμενα ταῖς κατὰ συμβεβηκὸς κινήσε-
σιν, ἀλλά τινας ἕλικας. ἐπὶ οὖν τῶν πλανωμένων ἑκά-
στου χρὴ νομίζειν ἰδίαν μὲν εἶναι τὴν κοίλην σφαῖραν
καὶ φέρουσαν ἐν τῷ ἑαυτῆς βάθει τὴν στερεάν, ἰδίαν δὲ
<lb n="15"/> τὴν στερεάν, πρὸς τῇ ἰδίᾳ πάλιν ἐπιφανείᾳ φέρουσαν
τὸ πλανώμενον.</p></div><div type="textpart" subtype="paragraph" n="197"><p>ἐπὶ δὲ τοῦ ἡλίου καὶ φωσφόρου καὶ στίλβοντος [οὐ]
δυνατὸν μὲν καὶ ἰδίας εἶναι καθʼ ἕκαστον ἀμφοτέρας,
ἀλλὰ τὰς μὲν κοίλας τῶν τριῶν ἰσοδρόμους ἐν ἴσῳ
<lb n="20"/> χρόνῳ τὴν τῶν ἀπλανῶν ἐπὶ τἀναντία περιιέναι σφαῖ-
ραν, τὰς δὲ στερεὰς ἐπὶ μιᾶς εὐθείας ἐχούσας τὰ κέν-
τρα, μεγέθει δὲ τὴν μὲν τοῦ ἡλίου ἐλάττονα, ταύτης δὲ
μείζονα τὴν τοῦ στίλβοντος, καὶ ταύτης ἔτι μείζονα τὴν
τοῦ φωσφόρου. δυνατὸν δὲ καὶ μίαν μὲν εἶναι τὴν
<lb n="25"/> κοίλην κοινὴν τῶν τριῶν, τὰς δὲ στερεὰς 〈τῶν〉 τριῶν
<note type="footnote">4 τοὺς del. Mart. 6 καὶ μεγίστας add. Mart. 7 ἀπο-
καταστάσεις B* 8 παραλλάττειν] πράττειν B* 9 κατὰ τὰ]
κατʼ αὐτὰ B, κατʼ αὐτὰ τὰ Mart. 17 inscr. περὶ ἡλίου,
Ἑρμοῦ, Ἀφροδίτης B οὐ del. Mart. 20 περιεῖναι B*</note>
<note type="footnote">21 nonnulla excidisse videntur, velut ἐπὶ τὰ αὐτὰ φέρεσθαι
τῇ ἀπλανεῖ</note>

<pb n="187"/>
ἐν τῷ βάθει ταύτης περὶ τὸ αὐτὸ κέντρον ἀλλήλαις,
μικροτάτην μὲν καὶ ὄντως στερεὰν τὴν τοῦ ἡλίου, περὶ
δὲ ταύτην τὴν τοῦ στίλβοντος, εἶτα ἀμφοτέρας περιειλη-
φυῖαν καὶ τὸ πᾶν βάθος τῆς κοίλης καὶ κοινῆς πληροῦ-
σαν τὴν τοῦ φωσφόρου· διʼ ὃ τὴν μὲν κατὰ τὸ μῆκος <lb n="5"/>
διὰ τῶν ζῳδίων ἢ ὑπόλειψιν ἢ ἐπὶ τὰ ἐναντία φορὰν
ἰσόδρομον οἱ τρεῖς οὗτοι ποιοῦνται, τὰς δὲ ἄλλας οὐχ
ὁμοίως, [ἃς] ἀεί τε περὶ ἀλλήλους ὁρῶνται καταλαμ-
βάνοντες καὶ καταλαμβανόμενοι καὶ ἐπιπροσθοῦντες
ἀλλήλοις, τοῦ μὲν Ἑρμοῦ τὸ πλεῖστον εἴκοσί που μοίρας <lb n="10"/>
ἐφʼ ἑκάτερα τοῦ ἡλίου πρὸς ἑσπέραν πρὸς ἀνατολὴν
ἀφισταμένου, τοῦ δὲ τῆς Ἀφροδίτης τὸ πλεῖστον πεντή-
κοντα μοίρας. ὑποπτεύσειε δʼ ἄν 〈τις〉 καὶ τὴν ἀληθε-
στέραν θέσιν τε καὶ τάξιν εἶναι ταύτην, ἵνα τοῦ κόσμου,
ὡς κόσμου καὶ ζῴου, τῆς ἐμψυχίας ᾖ τόπος οὗτος, <lb n="15"/>
ὡσανεὶ καρδίας τοῦ παντὸς ὄντος τοῦ ἡλίου πολυθέρ-
μου διὰ τὴν κίνησιν καὶ τὸ μέγεθος καὶ τὴν συνοδίαν
τῶν περὶ αὐτόν. ἄλλο γὰρ ἐν τοῖς ἐμψύχοις τὸ μέσον
τοῦ πράγματος, τουτέστι τοῦ ζῴου ᾗ ζῴου, καὶ ἄλλο
τοῦ μεγέθους· οἷον, ὡς ἔφαμεν, ἡμῶν αὐτῶν ἄλλο μέν, <lb n="20"/>
ὡς ἀνθρώπων καὶ ζῴων, τῆς ἐμψυχίας μέσον τὸ περὶ
τὴν καρδίαν, ἀεικίνητον καὶ πολύθερμον καὶ διὰ ταῦτα
πάσης ψυχικῆς δυνάμεως οὖσαν ἀρχήν, οἷον ψυχικῆς
καὶ κατὰ τόπον ὁρμητικῆς, ὀρεκτικῆς καὶ φανταστικῆς
καὶ διανοητικῆς, τοῦ δὲ μεγέθους ἡμῶν ἕτερον μέσον, <lb n="25"/>
οἷον τὸ περὶ τὸν ὀμφαλόν. ὁμοίως δὴ καὶ τοῦ κόσμου
<note type="footnote">3 ἀμφοτέροις B* 6 ὑπόληψιν B* 8 ἃς] αἷς Mart.</note>
<note type="footnote">13 τις add. Mart. 18 αὐτῶν B* 19 τσυτὶ B* ἡ ζώω
B* 22 ἀκίνητον H 23 οἷον ψυχικῆς] οἷον θρεπτικῆς?
cf. Aristot. de an. lI 3 24 scr. 〈καὶ〉 ὀρεκτικῆς vel ὀρεκτι-
κῆς 〈τε〉</note>

<pb n="188"/>
παντός, ὡς ἀπὸ βραχέων καὶ τυχόντων καὶ θνητῶν τα
μέγιστα καὶ τιμιώτατα καὶ θεῖα εἰκάσαι, τοὺ μεγέθους
μέσον τὸ περὶ τὴν γῆν κατεψυγμένον καὶ ἀκίνητον· ὡς
κόσμου δὲ καὶ ᾖ κόσμος καὶ ζῷον τῆς ἐμψυχίας μέσον
<lb n="5"/> τὸ περὶ τὸν ἥλιον, οἱονεὶ καρδίαν ὄντα τοῦ παντός,
ὅθεν φέρουσιν αὐτοῦ καὶ τὴν ψυχὴν ἀρξαμένην διὰ
παντὸς ἥκειν τοῦ σώματος τεταμένην ἀπὸ τῶν περάτων.</p></div></div></body></text></TEI>