<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="189"><p>δῆλον δὲ ὡς οὐδὲν διαφέρει πρὸς τὸ σώζειν τὰ
φαινόμενα, τοὺς πλάνητας κατὰ τῶν κύκλων, ὡς διώ-
ρισται, λέγειν κινεῖσθαι, ἢ τοὺς κύκλους φέροντας τὰ
τούτων σώματα αὐτοὺς περὶ τὰ ἴδια κέντρα κινεῖσθαι·
λέγω δὲ τοὺς μὲν ἐγκέντρους, φέροντας τὰ τῶν ἐπικύ- <lb n="5"/>
κλων κέντρα, περὶ τὰ αὐτῶν κέντρα κινεῖσθαι ὑπεναν-
τίως 〈τῷ παντί〉, τοὺς δὲ ἐπικύκλους, φέροντας τὰ τῶν
πλανωμένων σώματα, πάλιν περὶ τὰ αὐτῶν κέντρα, οἷον
τὸν μὲν μλνξ ἔγκεντρον φέρεσθαι περὶ τὸ θ, τοῦ παν-
τὸς καὶ ἑαυτοῦ κέντρον, ὑπεναντίως τῷ παντί, φέροντα <lb n="10"/>
ἐπὶ τῆς αὐτοῦ περιφερείας τοῦ 〈ἐπικύκλου τὸ〉 μ κέν-
τρον, τὸν 〈δὲ〉 εζηκ ἐπίκυκλον ἔχοντα τὸν πλανώμενον
κατὰ τὸ ε φέρεσθαι πάλιν περὶ τὸ μ κέντρον, ἐπὶ μὲν
ἡλίου καὶ σελήνης ἐπὶ τὰ αὐτὰ τῷ παντί, ἐπὶ δὲ τῶν
ἄλλων καὶ τοῦτον ὑπεναντίως τῷ παντί· σώζεται γὰρ <lb n="15"/>
οὕτως τὰ φαινόμενα.</p></div><div type="textpart" subtype="paragraph" n="190"><p>κατὰ δὲ τὴν ἑτέραν πραγματείαν, ὄντος ἐκκέντρου
<note type="footnote">6 ὑπεναντίους B, em. apogr. 7 τῷ παντὶ add. Mart.</note>
<note type="footnote">8 πλανομένων B, em. apogr. αὐτῶν] αὐτὰ B*
10 ἑαυτὸν φέροντα ἐπὶ τῆς αὐτοῦ περιφερείας τὸ μ
κέντρον τοῦ εζηκ ἐπικύκλου, 〈ὃν〉 ἔχοντα κτλ. Mart. 15 τού-
των B* 17 ἐγκέντρου B*</note>

<pb n="176"/>
κύκλου τοῦ ελυξ περὶ κέντρον τὸ κ, ἐπὶ μὲν ἡλίου αὐτὸς
ὁ ελυξ κύκλος ἐν ἐνιαυτῷ κινούμενος ὁμαλῶς περὶ τὸ
κ κέντρον, φέρων τὸν ἥλιον ἐνεστηριγμένον κατὰ τὸ ε
σημεῖον, σώσει τὰ φαινόμενα, τοῦ κ κέντρου καθʼ ἑαυτὸ
<lb n="5"/> μὲν μὴ κινουμένου μηδʼ ὑπεναντίως τῷ παντί, συναπο-
φερομένου δὲ τῷ παντὶ καὶ πρὸς ἡμέραν ἑκάστην γρά-
φοντος τὸν κρπ κύκλον, ἴσον γινόμενον τῷ τῆς ἑτέρας
πραγματείας κύκλῳ· ποιήσεται γὰρ οὕτως ὁ ἥλιος ἀεὶ
κατὰ τούς αὐτοὺς τόπους μέγιστα ἀποστήματα καὶ πάλιν
<lb n="10"/> καθʼ ἑτέρους ἐλάχιστα καὶ παραπλησίως κατὰ ἄλλους
μέσα, τὰ μὲν μέγιστα κατὰ τὴν ε΄ ς΄ μοῖραν, ὡς εἴρηται,
τῶν Διδύμων, τὰ δὲ ἐλάχιστα κατὰ τὴν αὐτὴν τοῦ
Τοξότου, καὶ τὰ μέσα ὁμοίως κατὰ τὰς αὐτὰς τῆς τε
Παρθένου καὶ τῶν Ἰχθύων· ἐπειδὴ καὶ τὸ ε σημεῖον
<lb n="15"/> τοῦ ἐκκέντρου ἐφʼ οὐ ἐστιν ὁ ἥλιος, τήνδε μὲν ἔχοντος
τὴν θέσιν τοῦ κύκλου, φαινόμενον ὑπὸ τοὺς Διδύμους
ἀπογειότατόν ἐστιν, περιενεχθέντος δὲ τοῦ κύκλου περὶ
τὸ κ κέντρον, μεταπεσὸν ὅπου νῦν ἐστι τὸ υ, φανή-
σεται μὲν ὑπὸ τὸν Τοξότην, ἔσται δὲ προσγειότατον,
<lb n="20"/> μεταξὺ δὲ τούτων, κατά τε τὴν Παρθένον καὶ τοὺς
Ἰχθύας, μέσως ἀποστήσεται.</p></div><div type="textpart" subtype="paragraph" n="191"><p>τὰ δʼ ἄλλα πλανητὰ ἐπειδὴ κατὰ πάντα τόπον τοῦ
ζῳδιακοῦ καὶ μέγιστα καὶ ἐλάχιστα καὶ μέσα ποιεῖται
καὶ ἀποστήματα καὶ κινήματα, ἐὰν κέντρῳ μὲν τῷ θ
<lb n="25"/> τοῦ παντός, διαστήματι δὲ τῷ θκ, γεγράφθαι νοήσω-
μεν κύκλον τὸν κπρ, ἔπειτα τοῦτον, ἔγκεντρον ὄντα καὶ
<note type="footnote">4 ἑαυτοῦ B, ἑαυτὸν Mart. 11 μέσους B* εζ B*
ὡς εἴρηται; p. 157, 5 18 μεταπεσών B* 19 προσγειότα-
τος B* 24 τὸ θ B* 25 νοήσομεν B*</note>

<pb n="177"/>
ἴσον τῷ τῆς ἑτέρας ὑποθέσεως ἐπικύκλῳ, φέρεσθαι περὶ
τὸ θ τοῦ παντὸς κέντρον καὶ συναποφέρειν τὸ κ κέν-
τρον τοῦ ἐκκέντρου ὑπεναντίως τῷ παντὶ ἐν χρόνῳ
τινί, τὸν δὲ ελυξ ἔκκεντρον ἐν ἑτέρῳ χρόνῳ κινεῖσθαι
περὶ τὸ ἑαυτοῦ κέντρον τὸ κ, φέροντα τὸν πλανώμενον <lb n="5"/>
ἐνεστηριγμένον ἐν αὐτῷ κατὰ τὸ ε, λαμβανομένων τῶν
χρόνων καθʼ ἕκαστον τῶν πλανωμένων ἰδίων καὶ
οἰκείων, σωθήσεται τὰ φαινόμενα.</p></div></div></body></text></TEI>