<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="116"><p>ἡ δὲ τετρὰς στερεοῦ ἐστιν εἰκὼν πρῶτός τε ἀριθμὸς
[καὶ] τετράγωνός ἐστιν ἐν ἀρτίοις· καὶ αἱ συμφωνίαι
δὲ πᾶσαι κατʼ αὐτὸν συμπληροῦνται, ὡς ἐδείχθη.</p></div><div type="textpart" subtype="paragraph" n="117"><p>ἡ δὲ πεντὰς μέση ἐστι τῆς δεκάδος. ἐὰν γὰρ καθʼ
ὁποιανοῦν σύνθεσιν ἐκ δύο ἀριθμῶν τὸν ι΄ συνθῇς, <lb n="15"/>
μέσος εὑρεθήσεται ὁ ε΄ κατὰ τὴν ἀριθμητικὴν ἀναλο-
γίαν· οἷον θ΄ καὶ α΄, καὶ η΄ καὶ β΄, καὶ ζ΄ καὶ γ΄, καὶ ϛ΄
καὶ δ΄· αἰεί τε ι΄ ποιήσεις καὶ μέσος εὑρεθήσεται ὁ ε΄
κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δηλοῖ τὸ διά-
γραμμα, κατὰ πᾶσαν σύνθεσιν τῶν συμπληρούντων τὰ <lb n="20"/>
ι΄ δυεῖν ἀριθμῶν [μέσος εὑρεθήσεται ὁ ε΄ κατὰ τὴν
ἀριθμητικὴν ἀναλογίαν] τῷ ἴσῳ ἀριθμῷ τῶν ἄκρων
ὑπερέχων τε καὶ ὑπερεχόμενος.</p><note type="footnote">1 γ΄ om. apogr. τρὶς A 6 ἐλλήψεως A 9 οὕτω A</note><note type="footnote">10 post τῆ una lit. er. A. τετράδι; ι in ras. A 11 inscr
περὶ τετράδος A, δ in mg. 13 καταυτὸ A. ἐδείχθη: cf.
p. 58, 13. 87, 4 14 inscr. περὶ πεντάδος A, ε in mg.
15 τὸν Bull.] τῶν A 19 ὡς A2] ὧ A1</note><pb n="102"/></div><div type="textpart" subtype="paragraph" n="118"><p>πρῶτον δὲ καὶ περιέλαβε τὸ τοῦ παντὸς ἀριθμοῦ εἶδος
ὁ ε΄, τὸν ἄρτιόν τε καὶ περιττόν, λέγω τὴν δυάδα τε καὶ
τριάδα· ἡ γὰρ μονὰς οὐκ ἦν ἀριθμός.</p></div><div type="textpart" subtype="paragraph" n="119"><p>ὁ δὲ Ϛ΄ τέλειος, ἐπειδὴ τοῖς ἑαυτοῦ μέρεσίν ἐστιν
<lb n="5"/> ἴσος, ὡς δέδεικται· διὸ καὶ γάμον αὐτὸν ἐκάλουν, ἐπεὶ
γάμου ἔργον ὅμοια ποιεῖ τὰ ἔκγονα τοῖς γονεῦσι. καὶ
κατὰ τοῦτον δὲ πρῶτον συνέστη ἡ ἁρμονικὴ μεσότης
ληφθέντος [μὲν] τοῦ Ϛ΄ ἐπιτρίτου 〈μὲν〉 λόγου τῶν η΄,
διπλασίου δὲ τῶν ιβ΄· ϛ΄ η΄ ιβ΄· τῷ γὰρ αὐτῷ μέρει ὁ
<lb n="10"/> η΄ τῶν ἄκρων ὑπερέχει καὶ ὑπερέχεται, ϛ΄ η΄ ιβ΄, τουτέστι
τῷ τρίτῳ· καὶ ἀριθμητικὴ δὲ μεσότης ληφθέντος τοῦ
ϛ΄ ἡμιολίου μὲν λόγου τῶν θ΄, διπλασίου δὲ τῶν ιβ΄· τῷ
γὰρ αὐτῷ ἀριθμῷ τὰ θ΄ ὑπερέχει τῶν ἄκρων καὶ ὑπερ-
ἐχεται· ποιεῖ δὲ τὴν γεωμετρικὴν ἀναλογίαν μέσος λη-
<lb n="15"/> φθείς· ἂν γὰρ ἥμισυ αὐτοῦ λάβωμεν τὸν γ΄ καὶ διπλά-
σιον τὸν ιβ΄, ἔσται ἡμῖν ἡ γεωμετρικὴ ἀναλογία γ΄ Ϛ΄
ιβ΄· τῷ γὰρ αὐτῷ λόγῳ τὰ ϛ΄ τῶν ἄκρων ὑπερέχει τε
καὶ ὑπερέχεται, γ΄ ϛ΄ ιβ΄, τουτέστι τῷ διπλασίῳ.</p><note type="footnote">2 ἄρτιόν τε A2] ἄρτιον δὲ A 4 inscr. περὶ ἑξάδος A,
Ϛ in mg. cf. Zeller l p. 369, 2 ϛ΄] ἕκτος A 5 δέδεικται:
p. 101, 8 6 ἔκγονα corr. ex ἔγγονα A 7 τούτων A
δὲ] τε A. ἡ ἁρμονικὴ corr. ex καρμονικὴ A. 8 λόγου hic
et vs. 12 neglegenter additum 9 τῶν] τοῦ A. 14 ὑπερέχε-
ται 〈τουτέστι τῷ γ΄〉? cf. vs. 10. 18 16 ν post ἀναλογία del. A.</note><pb n="103"/></div><div type="textpart" subtype="paragraph" n="120"><p>καὶ ἡ ἑβδομὰς δὲ τῆς δεκάδος οὖσα θαυμαστὴν
ἔχει δύναμιν. μόνος γὰρ τῶν ἐντὸς τῆς δεκάδος οὔτε
γεννᾷ ἕτερον οὔτε γεννᾶται ὑφʼ ἑτέρου· διὸ καὶ Ἀθηνᾶ
ὑπὸ τῶν Πυθαγορικῶν ἐκαλεῖτο, οὔτε μητρός τινος
οὖσα οὔτε μήτηρ. οὔτε γὰρ γίνεται ἐκ συνδυασμρῦ <lb n="5"/>
οὔτε συνδυάζεταί τινι. τῶν γὰρ ἀριθμῶν τῶν ἐν τῇ
δεκάδι οἱ μὲν γεννῶσί τε καὶ γεννῶνται, ὡς ὁ δ΄ γεννᾷ
μὲν μετὰ δυάδος τὸν η΄, γεννᾶται δὲ ὑπὸ δυάδος· οἱ δὲ.
γεννῶνται μέν, οὐ γεννῶσι δέ, ὡς ὁ Ϛ΄ γεννᾶται μὲν
ὑπὸ β΄ καὶ γ΄, οὐ γεννᾷ δὲ οὐδένα τῶν ἐν τῇ δεκάδι· <lb n="10"/>
οἱ δὲ γεννῶσι μέν, οὐ γεννῶνται δέ, ὡς ὁ γ΄ καὶ ὁ ε΄
γεννῶνται μὲν ἐξ οὐδενὸς ἀριθμοῦ] συνδυασμοῦ, γεν-
νῶσι δὲ ὁ μὲν γ΄ τὸν θ΄ καὶ τὸν Ϛ΄ μετὰ δυάδος, ὁ δὲ
ε΄ γεννᾷ μετὰ δυάδος αὐτὸν τὸν ι΄. μόνος δὲ ὁ ζ΄ οὔτε
συνδυασθείς τινι γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι οὔτε ἐκ <lb n="15"/>
συνδυασμοῦ γεννᾶται. ἑπόμενος δὲ τῇ φύσει καὶ ὁ
Πλάτων ἐξ ἑπτὰ ἀριθμῶν συνίστησι τὴν ψυχὴν ἐν τῷ
Τιμαίῳ. ἡμέρα μὲν γὰρ καὶ νύξ, ὥς φησι Ποσειδώνιος,
ἀρτίου καὶ περιττοῦ φύσιν ἔχουσι· μὴν δὲ καθʼ ἑβδο-
μάδας τέσσαρας συμπληροῦται, τῇ μὲν πρώτῃ ἑβδομάδι <lb n="20"/>
διχοτόμου τῆς σελήνης ὁρωμένης, τῇ δὲ δευτέρᾳ πλη-
σισελήνου, τῇ δὲ τρίτῃ διχοτόμον, πάλιν δὲ τῇ τετάρτῃ
σύνοδον ποιουμένης πρὸς ἥλιον καὶ ἀρχὴν ἑτέρου μη-
<note type="footnote">1 inscr. περὶ ἑβδομάδος A, ζ in mg. cf. Chalcid. 36
〈κατὰ τὴν ἀριθμητικὴν μεσότητα μέση τῆς τετράδος καὶ〉 τῆς
δεκάδος? cf. Theol. arithm. p. 44, 10. an verba τῆς δεκάδος
οὖσα pro dittographia eorum quae sequuntur τῆς δεκάδος οὔτε
habenda sunt? 2 μόνος γὰρ 〈ὁ ζ〉? 7 γεννῶσι; post ω
una vel duae litt. er. A. 10. 15 δεκάδι apogr.] ῑ A. 12 cf.
vs. 5. 15 17 ἐν τῷ Τιμαίῳ: p. 35 B 18 καὶ add. A
πωσιδόνιος A1, ποσιδώνιος A2, em. apogr. cf. Beke Posid. reliq.
p. 240 23 ποιουμένη A</note>

<pb n="104"/>
νός. αἵ τε αὐξήσεις καθʼ ἑβδομάδα. τὸ γοῦν βρέφος
δοκεῖ τελειοῦσθαι ἐν ἑπτὰ ἑβδομάσιν, ὡς Ἐμπεδοκλῆς
αἰνίττεται ἐν τοῖς Καθαρμοῖς. ἔνιοι δέ φασι πὰ ἄρρενα
ἐν πέντε ἑβδομάσι τελειοῦσθαι, γόνιμα δὲ γίνεσθαι ἐν
<lb n="5"/> ἐπτὰ μησί, γενόμενα δὲ ἐν ἑπτὰ μησὶν ὀδοντοφυεῖν,
ἐκβάλλειν τε τοὺς ὀδόντας ἐν ἑπτὰ ἔτεσι. σπέρμα δὲ
καὶ ἥβη ἐν δευτέρᾳ ἑβδομάδι· γένωπτα δὲ ὡς ἐπίπαν ἐν
τρίτῃ καὶ τὴν εἰς μῆκος αὔξην ἀπολαμβάνει, τὴν δʼ εἰς
πλάτος ἐν τετάρτῃ ἑβδομάδι. αἵ τε κρίσεις τῶν νόσων
<lb n="10"/> ἐφʼ ἡμέρας ἑπτά, καὶ ἡ βαρυτέρα κατὰ πάντας τοὺς
περιοδικοὺς πυρετοὺς εἰς τὴν ἑβδόμην ἀπαντᾷ, καὶ ἐν
τριταίῳ δὲ καὶ ἐν τεταρταίῳ. ἀπὸ τροπῶν δὲ ἐπὶ τρο-
πὰς μῆνες ἑπτά· τό τε πλῆθος τῶν πλανωμένων ἑπτά·
καὶ ἀπὸ ἰσημερίας ἐπὶ ἰσημερίαν μῆνες ἑπτά· καὶ πόροι
<lb n="15"/> δὲ κεφαλῆς ἑπτά· καὶ σπλάγχνα ἑπτά, γλῶσσα, καρδία,
πνεύμων, ἧπαρ, σπλὴν, νεφροὶ δύο· Ἡρόφιλος δὲ τὸ
τῶν ἀνθρώπων ἔντερον πηχῶν εἶναί φησι κηʹ, ὅ ἐστι
τέσσαρες ἑβδομάδες· οἵ τε εὔριποι τὸ πλεῖστον ἑπτάκις
τῆς ἡμέρας μεταβάλλουσιν.</p><lb n="20"/></div></div></body></text></TEI>