πέμπτη δʼ ἐστὶ τετρακτὺς ἡ τῶν σχημάτων τῶν ἁπλῶν σωμάτων. ἡ μὲν γὰρ πυραμὶς σχῆμα πυρός, τὸ δὲ ὀκτάεδρον ἀέρος, τὸ δὲ εἰκοσάεδρον ὕδατος, κύβος δὲ γῆς. ἕκτη δὲ τῶν φυομένων. τὸ μὲν σπέρμα ἀνάλογον μονάδι καὶ σημείῳ, ἡ δὲ εἰς μῆκος αὔξη δυάδι καὶ γραμμῇ, ἡ δὲ εἰς πλάτος τριάδι καὶ ἐπιφανείᾳ, ἡ δὲ εἰς πάχος τετράδι καὶ στερεῷ. ἑβδόμη δὲ τετρακτὺς ἡ τῶν κοινωνιῶν. ἀρχὴ μὲν καὶ οἷον μονὰς ἄνθρωπος, δυὰς δὲ οἶκος, τριὰς δὲ κώμη, τετρὰς δὲ πόλις. τὸ γὰρ ἔθνος ἐκ τούτων σύγκειται. καὶ αὗται μὲν ὑλικαί τε καὶ αἰσθηταὶ τετρακτύες. ὀγδόη δὲ τετρακτὺς ἥδε, τούτων κριτικὴ καὶ νοητή τις 4 〈σωμάτων〉: cf. vs. 14. p 98, 17 8 λεπτομερίαν A 9 παχυμερίαν A 13 ε mg. A 17 ϛ mg. A 18 19 ἡ] ἡ εἰ A 19 ἐπιφανία A 21 ζ mg. A 22 δνυὰς A2] δευτέρα A τριὰς A2] τρίτη A 23 τετρὰς A2] τετάρτῃ A σύγκειτ- ται: post ει una lit. er. A 25 ῆ mg. A. ἥδε] αἱ δὲ A1, αἵδε αἱ A κριτικαὶ καὶ νοηταί τινες οὗσαι A: cf. p. 98, 19 οὖσα· νοῦς ἐπιστήμη δόξα αἴσθησις. νοῦς μὲν ὡς μονὰς ἐν οὐσίᾳ· ἐπιστήμη δὲ ὡς δυάς, ἐπειδή τινός ἐστιν ἐπιστήμη· 〈δόξα δὲ ὡς τριάς, ἐπειδὴ. . . . . . . . . . . . . . .〉 καὶ μεταξύ ἐστι δόξα ἐπιστήμης [ἐστὶ] καὶ ἀγνοίας· ἡ δὲ, αἴσθησις ὡς τετράς, ἐπειδὴ τετραπλῆ κοινῆς πασῶν οὔσης τῆς ἁφῆς κατʼ ἐπαφὴν πᾶσαι ἐνεργοῦσιν αἱ αἰσθήσεις. ἐνάτη δὲ τετρακτύς, ἐξ ἧς συνέστηκε τὸ ζῷον, ψυχή τε καὶ σῶμα. ψυχῆς μὲν γὰρ μέρη λογιστικὸν θυμικὸν ἐπιθυμητικόν, καὶ τέταρτον σῶμα, ἐν ᾧ ἐστιν ἡ ψυχή. δεκάτη δὲ τετρακτὺς ὡρῶν διʼ ἃς γίνεται πάντα, ἔαρ θέρος μετόπωρον χειμών.