<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1724.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="101"><p>καὶ ἡ μὲν ὑπὸ Θρασύλλου παραδεδομένη κατατομὴ
τοῦ κανόνος ὧδε ἔχει. ὃν δὲ τρόπον καὶ ἐπὶ τῆς τῶν
ὅλων ἐφαρμόζεται σφαίρας, ἐπτειδὰν καὶ τοὺς ἀστρονο- <lb n="10"/>
μίας ἐκθώμεθα λόγους, παραδείξομεν. νυνὶ δʼ ἐπανέλ-
θωμεν ἐπεὶ τὸν τῶν λοιπῶν ἀναλογιῶν καὶ μεσοτήτων
λόγον, ἐπειδὴ ὡς ἔφαμεν ἡ ἀναλογία καὶ μεσότης, οὐ
μέντοι ἡ μεσότης καὶ ἀναλογία. καθὸ δὴ 〈ἡ〉 ἀναλο-
γία καὶ μεσότης ἐστίν, ἀκόλουθος ἄν εἴη ὁ περὶ τῶν <lb n="15"/>
ἀναλογιῶν καὶ περὶ τῶν μεσοτήτων λόγος.</p></div><div type="textpart" subtype="paragraph" n="102"><p>ἐπειδὴ πάντες οἱ τῶν συμφωνιῶν εὑρέθησαν λόγοι,
καθὰ δέδεικται, ἐν τῇ τῆς δεκάδος τετρακτύι, καὶ περὶ
τούτων πρότερον λεκτέον. τὴν μὲν γὰρ τετρακτὺν
συνέστησεν ἡ δεκάς. ἓν γὰρ καὶ β΄ καὶ γ΄ καὶ δ΄ ι΄· <lb n="20"/>
α΄ β΄ γ΄ δ΄. ἐν δὲ τούτοις τοῖς ἀριθμοῖς ἔστιν ἥ τε διὰ
τεσσάρων συμφωνία ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε
ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ 〈ἡ〉 δὶς
διὰ πασῶν ἐν τετραπλασίῳ· ἐξ ὧν συμπληροῦται τὸ
ἀμετάβολον διάγραμμα. τοιαύτη μὲν 〈ἡ〉 ἐν μουσικῇ <lb n="25"/>
<note type="footnote">1 καὶ post τῶν del. A 4 μυρίων] μ A, μύρια ap. 9 β
mg. A. 10 ἐπιδὰν A, em. ap. 12 τὸν corr. ex τῶν A. 13 ὡς
ἔφαμεν: p. 84, 15 15 εἴη ὁ A2] εἷ ἡ A περὶ τῶν] τῶν
περὶ A 17 inscr. περὶ τετρακτύος καὶ δεκάδος A. cf.
Boeckh kl. Scr. IIl p. 142 ἐπειδὴ 〈δὲ〉? 18 18 δέδεικται:
p. 58, 13. 87, 4 τετρακτύη A1 25 inscr. ποσαι τετρακτύες A.</note>

<pb n="94"/>
τετρακτὺς κατὰ σύνθεσιν οὖσα, ἐπειδὴ ἐντὸς αὐτῆς
πᾶσαι αἱ συμφωνίαι εὑρίσκονται. οὐ διὰ τοῦτο δὲ μό-
νον πᾶσι τοῖς Πυθαγορικοῖς προτετίμηται, ἀλλʼ ἐπεὶ
καὶ δοκεῖ τὴν τῶν ὅλων φύσιν συνέχειν· διὸ καὶ ὅρκος
<lb n="5"/> ἦν αὐτοῖς
<lg><l>οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,</l><l>παγὰν ἀενάου φύσεως ῥίζωμά τʼ ἔχουσαν.</l></lg>
τὸν παραδόντα Πυθαγόραν λέγουσιν, ἐπεὶ δοκεῖ τούτου
εὕρημα ὁ περὶ αὐτῆς λόγος.</p><lb n="10"/></div><div type="textpart" subtype="paragraph" n="103"><p>ἡ μὲν οὖν προειρημένη τετρακτὺς 〈αὕτη〉, κατʼ
ἐπισύνθεσιν τῶν πρώτων ἀποτελουμένη ἀριθμῶν. δευ-
τέρα δʼ ἐστὶ τετρακτὺς ἡ τῶν κατὰ πολλαπλασιασμὸν
ἐπηυξημένων ἀπὸ μονάδος κατά τε τὸ ἄρτιον καὶ πε-
ριττόν. ὧν πρῶτος μὲν [κατὰ τὸ ἄρτιον] λαμβάνεται
<lb n="15"/> ἡ μονάς, ἐπειδὴ αὕτη ἀρχὴ πάντων ἀρτίων καὶ περιτ-
τῶν καὶ ἀρτιοπερίττων, ὡς προείρηται, καὶ ἁπλοῦς ὁ
ταύτης λόγος· οἱ δʼ ἐφεξῆς τρεῖς ἀριθμοὶ κατὰ τὸ ἄρ-
τιον καὶ περιττόν. τὴν δὲ σύνθεσιν λαμβάνουσιν, ἐπειδὴ
<note type="footnote">5 cf. Pyth. carm. aur. vs. 47 sq. Sext. emp. adv. math.
IV 2. 3. 9. VII 94. 100. Macr. comm. in Somn. Scip. l 6, 41.
Theol. arithm. p. 18. Porph. vita Pyth. 20. lambl. de Pyth.
vita 150. 162. Stob. ecl. l 10, 12. Pseudo-Plut. de plac. Phil.
I 3. Procl. in Plat. Tim. p. 155 D. Zeller die Philos. der Gr.
l p. 368 6 κεφαλά post ψυχᾶ del. A (κεφαλᾷ Sext. VII 97
κιφαλᾷ
et Stob.; in eo libro unde A descriptus est fuisse videtur)</note>
<note type="footnote">7 πηγὴν A1 (sicut Sextus) ἀεννάου A. ceterorumque quos
commemoravi scriptorum codices ut videtur longe plurimi
apud eosdem partim φύσεως partim φύσιος legitur ῥίζωμα
τ A, ῥιζώματ alii: cf. Bekker ad Sext. p. 722, 5 10 αὕτη]
cf. p. 96, 9. 97, 1 κατʼ ἐπισύνθεσιν] καὶ ἐπὶ σύνθεσιν A: cf.
p. 96, 9, 98, 15 11 ἀποτελουμ i. e. ἀποτελουμένων A.
15 αὕτη corr. ex αὐτὴ A 16 προείρηται: cf. p. 19, 20
17 τρὶς A1</note>

<pb n="95"/>
καὶ ὁ πᾶς ἀριθμὸς οὔτε μόνον ἄρτιος οὔτε μόνον πε-
ριττός. διὸ δύο λαμβάνονται αἱ κατὰ πολλαπλασιασμὸν
τετρακτύες, ἀρτία καὶ περιττή, ἡ μὲν ἀρτία ἐν λόγῳ
διπλασίῳ, πρῶτος γὰρ τῶν ἀρτίων ἐ β΄ καὶ αὐτὸς ἐκ
μονάδος κατὰ τὸ διπλάσιον ηὐξημένος, ἡ δὲ περιττὴ <lb n="5"/>
ἐν λόγῳ ηὐξημένη τριπλασίῳ, ἐπειδὴ πρῶτος τῶν πε-
ριττῶν ὁ γ΄ καὶ αὐτὸς ἀπὸ μόναδος κατὰ τὸ τριπλάσιον
ηὐξημένος. ὥστε κοινὴ μὲν ἀμφοτέρων ἡ μονάς, καὶ
ἀρτία οὖσα καὶ περιττή· δεύτερος δὲ ἀριθμὸς ἐν μὲν
τοῖς ἀρτίοις καὶ διπλασίοις ὁ β΄, ἐν δὲ τοῖς περιττοῖς <lb n="10"/>
καὶ τριπλασίοις ὁ γ΄· τρίτος δὲ ἐν μὲν τοῖς ἀρτίοις ὁ
δ΄, ἐν δὲ τοῖς περιττοῖς ὁ θ΄· τέταρτος ἐν μὲν τοῖς ἀρ-
τίοις η΄, ἐν δὲ τοῖς περιττοῖς κζ΄.
η΄ δ΄ β΄ α΄ γ΄ θ΄ κζ΄
ἐν τούτοις τοῖς ἀριθμοῖς 〈οἱ〉 τελειότεροι τῶν συμφω-
νιῶν εὑρίσκονται λόγοι· συμπεριείληπται δὲ αὐτοῖς καὶ <lb n="15"/>
ὁ τόνος. δύναται δὲ ἡ μὲν μονὰς τὸν τῆς ἀρχῆς καὶ
σημείου καὶ στιγμῆς λόγον· οἱ δὲ δεύτεροι πλευρὰν
δύνανται ὅ τε β΄ καὶ ὁ γ΄, ὄντες ἀσύνθετοι καὶ πρῶτοι
καὶ μονάδι μετρούμενοι καὶ φύσει εὐθυμετρικοί· οἱ δὲ
τρίτοι ὅροι ὁ δ΄ καὶ ὁ θ΄ δύνανται ἐπίπεδον τετράγω- <lb n="20"/>
νον, ἰσάκις ἴσοι ὄντες· οἱ δὲ τέταρτοι ὅροι ὅ τε η΄ καὶ
ὁ κζ΄ δύνανται ἰσάκις ἴσοι ἰσάκις 〈ὄντες〉 κύβον. ὥστε
<note type="footnote">2"κατα A 9 ἀρτία A2] τία A1</note>

<pb n="96"/>
ἐκ τούτων τῶν ἀριθμῶν καὶ ταύτης τῆς τετρακτύος
ἀπὸ σημείου καὶ στιγμῆς εἰς στερεὸν ἡ αὔξεσις γίνεται·
μετὰ γὰρ σημεῖον καὶ στιγμὴν πλευρά, μετὰ πλευρὰν
ἐπίπεδον, μετὰ ἐπίπεδον στερεόν. ἐν οἷς ἀριθμοῖς καὶ
<lb n="5"/> τὴν ψυχὴν συνίστησιν ὁ Πλάτων ἐν τῷ Τιμιαίῳ. ὁ δὲ
ἔσχατος τούτων τῶν ἑπτὰ ἀριθμῶν ἴσος ἐστὶ τοῖς πρὸ
αὐτοῦ πᾶσιν· ἓν γὰρ καὶ β΄ καὶ γ΄ καὶ δ΄ καὶ η΄ καὶ θ΄
γίνονται κζ΄.</p></div><div type="textpart" subtype="paragraph" n="104"><p>δύο μιὲν οὖν αὗται τετρακτύες, ἥ τε κατʼ ἐπισύν-
<lb n="10"/> θεσιν καὶ ἡ κατὰ πολλαπλασιασμόν, τούς τε μουσικοὺς
καὶ γεωμετρικοὺς καὶ ἀριθμητικοὺς λόγους περιέχου-
σαι, ἐξ ὧν καὶ ἡ τοῦ παντὸς ἁρμονία συνέστη. τρίτη
δέ ἐστι τετρακτὺς ἡ κατὰ τὴν αὐτὴν ἀναλογίαν παντὸς
μεγέθους φύσιν περιέχουσα· ὅπερ γὰρ ἐν τῇ προτέρᾳ
<lb n="15"/> τετρακτύι μονάς, τοῦτο ἐν ταύτῃ στιγμή. ὅπερ δὲ ἐν
ἐκείνῃ οἱ πλευρὰν δυνάμενοι ἀριθμοὶ τὰ β΄ καὶ γ΄, τοῦτο
ἐν ταύτῃ τὸ διττὸν εἶδος τῆς γραμμῆς ἥ τε περιφερὴς
καὶ ἡ εὐθεῖα, κατὰ μὲν ἄρτιον ἡ εὐθεῖα, ἐπειδὴ δυσὶ
σημείοις περατοῦται, κατὰ δὲ τὸ περιττὸν ἡ περιφερής,
<lb n="20"/> ἐπειδὴ ὑπὸ μιᾶς γραμμῆς πέρας οὐκ ἐχούσης περιέχε-
ται· ὅπερ δὲ ἐν ἐκείνῃ οἱ τετράγωνον δυνάμενοι ὁ δ΄
καὶ ὁ θ΄, τοῦτο ἐν ταύτῃ τὸ διττὸν εἶδος ἐπιπέδων, εὐθύ-
γραμμον καὶ περιφερόγραμμον· ὅπερ δὲ ἐν ἐκείνῃ οἱ
κύβον δυνάμενοι ὁ η΄ καὶ ὁ κζ΄ δύο ὄντες ὁ μὲν ἐκ
<lb n="25"/> περιττοῦ, ὁ δὲ ἐξ ἀρτίου, τοῦτο ἐν ταύτῃ στερεόν, διτ-
τὸν ὄν, 〈τὸ μὲν〉 ἐκ κοίλης ἐπιφανείας ὡς σφαῖρα καὶ
<note type="footnote">5 ἐν τῷ Τιμαίῳ: p. 35 B 6 ἕσχατος ex αἴσχατος A.</note>
<note type="footnote">8 γίνωνται A, em. apogr. 12 γ mg. A. 14 sqq. cf.
Ζeller l p. 375, 5 15 τετρακτύη A 17 διττὸν] διάτονον
A 18 εὐθία A 19 περιττοῦται A. 20 ἐπειδὴ 〈ὁ κύ-
κλος〉? 23 περιφορόγραμμον A, em. apogr.</note>

<pb n="97"/>
κύλινδρος, τὸ δὲ ἐξ ἐπιπέδων ὡς κύβος πυραμίς. αὕτη
δέ ἐστιν ἡ τρίτη τετρακτὺς παντὸς μεγέθους συμπλη-
ρωτικὴ ἐκ σημείου γραμμῆς ἐπιπέδου στερεοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="105"><p>τετάρτη δὲ τετρακτύς ἐστι τῶν ἁπλῶν 〈σωμάτων〉,
πυρὸς ἀέρος ὕδατος γῆς, ἀναλογίαν ἔχουσα τὴν κατὰ <lb n="5"/>
τοὺς ἀριθμούς. ὅπερ γὰρ ἐν ἐκείνῃ μονάς, ἐν ταύτῃ
πῦρ· ὃ δὲ δυάς, ἀήρ· δὲ τριάς, ὕδωρ· ὃ δὲ τετράς,
γῆ. τοιαύτη γὰρ ἡ φύσις τῶν στοιχείων κατὰ λεπτο-
μέρειαν καὶ παχυμέρειαν, ὥστε τοῦτον ἔχειν τὸν λόγον
πῦρ πρὸς ἀέρα, ὅν ἓν πρὸς β΄, πρὸς δὲ ὕδωρ, ὃν ἓν <lb n="10"/>
πρὸς γ΄, πρὸς δὲ γῆν, ὃν ἓν πρὸς δ΄· καὶ τἆλλα ἀνάλο-
γον πρὸς ἄλληλα.</p></div></div></body></text></TEI>