VΙΙ. ὁ δὲ Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Εἰπέ μοι, ἄνθρωπε τοῦ θεοῦ, καὶ φανέρωσόν μοι τί ἦλθες ὦδε. καὶ εἶπεν Μιχαήλ· Ὁ υἱός σου Ἰσαὰκ δηλώσει σοι. καὶ λέγει Ἁβραὰμ τῷ υίῷ αὐτοῦ· Υἱέ μου ἐγαπητὲ, εἰπέ μοι τί εἶδες κατʼ ὄναρ σήμερον καὶ ἐθροήθης· ἀνάςγγειλόν μοι. καὶ ἀπεκρίθη Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Εἶδον κατʼ ὄναρ ἐμαυτὸν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ στέφανος ἐπὶ τῆς κεφαλῆς μου ἐγένετο· καὶ ἦν ἀνήρ παμμεγεθὴς λίαν λάμπων ἐκ τοῦ οὐρανοῦ, ὡς φῶς καλούμενον πατὴρ τοῦ φωτός· καὶ ἔλαβεν τὸν ἥλιον ἐκ τῆς κεφαλῆς μου· καὶ λοιπὸν ἀφῆκεν τάς ἀκτῖνας ἐν μέσῳ μου. καὶ ἔκλαυσα ὠγὼ καὶ εἶπον· Παρακαλῶ σε, κύριέ μου, μή ἐπάρῃς τὴν δόξαν τῆς κφαλῆς μου καὶ τὸ φῶς τοῦ οἴκου μου καὶ πᾶσαν τὴν δόξαν τὴν ἐμήν. ἐπένθησε δὲ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες λέγοντες· Μὴ ἐπάρῃς τὴν δόξαν τῆς δυνάμεως ἡμῶν. καὶ ἀποκριθεὶς ὁ φωτεινὸς ἐκεῖνος ἀνήρ εἶπέ μοι. Μ κλαύσῃς ὅτι ἔλαβον τὸ φῶς τοῦ οἴκου σου· ἀνελήφθη γὰρ ἀπὸ καμάτων εἰς ἀνάπαυσιν, καὶ ἀπὸ ταπεινώσεως εἰς ὕψος, αἴρουσιν αὐτὸν ἀπὸ στενοχαρίας εἰς ερυχαρίαν, αἴρουσιν αὐτὸν ἀπὸ σκότους εἰς φῶς. ἐγὼ δὲ εἶπον αὐτῷ· Παρακαλῶ σε, κύριε, λάβε καὶ τὰς ἀκτῖνας μετʼ αὐτοῦ. ὁ δὲ εἶπέν μοιʼ Δώδεκα ὧραι τῆς ἡμέρας εἰσὶν, καὶ τότε ὅλας τάς ἀκτῖνας λαμβάνω. ταῦτα λέγοντος τοῦ φωτεινοῦ ἀνδρὸς, εἶδον τὸν ἥλιον τοῦ οἴκου μου ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, τὸ δὲ στέφος ἐκεῖνον πλεῖον οὐκ εἶδον· ἦν δὲ ὁ ἥλιος ἐκεῖνος ὅμοιός σου τοῦ πατρός μου. καὶ εἶπεν Μιχαὴλ τῷ Ἁβραάμ· Ἀλήθειαν εἴρηκεν ὁ υίός σου Ἰσαάκ· 7 κ. ἐθροήθης· ἀνάγγ. μοι] om A 9 ἐμαυτὸν] ἑαυτὸν μου B; +ὡς C 10 ἐγέετο] + κ. ἀφῆκεν τὰς ἀκτῖνας A 11 καλούμ.] om B; καὶ καλουμ.  C τοῦ] om C 12, 13 κ. λοιπὸν- μέσῳ μου] om A 12—15 κ. λοιπά— κεφ. μου] om B by homœot. 18 φωτ. ἐκ. ἀνὴρ] φωτὴρ. ἐκ. ὁ πακμεγεθεὶς C 19 ἔλαβον] ἄβλαβον C 2 καμάτων] καύματος AC ἀνάπαυσιν] ἀπόλαυσιν B 21, 22 ἀπὸ στενοχ.—αἴρ. αὐτὸν] om B; ἀπὸ στεν. εἰς εύρήχωρον δοξαν· αἴρ.αὐτ 24, 25 δώδεκα- λαμβάνω] οὐ λαμβάνω ταῦτας ἕως ἂν πληρωθῶσιν αἱ δωθ. ὦρ. τ. ἡμ. κ. τότε ὁρᾶς τὰς ἀκτίνας λάμπει C 27 στέφος- εῖδον] σῶμα σὐιοῦ μένατα ἐπὶ τῆς γῆς B; σῶμα αὐτου μένει ἐπὶ τ. γῆς ἕως (p. 112, 2) Α 29—p. 112, 1 ἀλήθειαν— αὐρανοὺς] νῦν κουσας τὸ ἄηθες κ. τάξον περὶ τοῦ οἴκου σου· ἰδοὺ γὰρ ἀπέταλμαι παρὰ κυ τοῦ θῦ λαβεῖν τὴν φυχη σου C ABC σὺ γὰρ εἶ· καὶ ἀναλαμβανέσαι εἰς τοὺς οὐρανοὺς, τὸ δὲ σῶμά σου μένει ἐπὶ τῆς γῆς ἕως ἂν πληροθῶσιν ἑπτακισχέλιοι αἰῶνες· τότε γὰρ ἐγερθήσεται πᾶσα σάρξ. νῦν οὖν, Ἁβραὰμ, διάθες τὰ τοῦ οἴκου σου, καὶ περὶ τῶν τέκνον σου, τελείος γὰρ ἤκουσας τὴν οἰκονομίαν σου. καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Παρακαλῶ σε, κύριε, ἐάν ἐξέρχωμαι ἐκ τοῦ σάματός μου, σωματικῶς ἤθελον ἀναληφθῆναι, ἵνα θεάσομαι τὰ κτίσματα ἃ ἐκτίσατο κύριος ὁ θεός μου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. καὶ ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Τοῦτο οὐκ ἔστιν ἐμὸν ποίημα. ἀλλὰ ἀπελθὼν ἐγὼ ἀπαγγελῶ τῷ κυρίῳ περὶ τούτου, καὶ ἐὰν κελεύωμαι, ὑποδείξω σοι ταῦτα πάντα. VIII. καὶ ἀνῆλθεν Μιχαὴλ ἐν τοῖς οὐρανοῖς καὶ ἐλάλησεν ἐνώπιον κυρίου περὶ Ἁβραάμ· καὶ ἀπεκρίθη κύριος πρὸς Μιχαήλ· Ἄπελθε καὶ ἀναλαβοῦ ἐν σώματι τὸν Ἁβραὰμ καὶ ὑποδεῖξον αὐτῷ πάντα, καὶ ὃ ἐὰν εἴπῃ σοι ποίησον ὡς αὐτῷ ὄντι φίλῳ μου. ἐξελθὼν οὖν ὁ Μιχαὴλ ἀνέλαβεν τὸν Ἀβραὰμ ἐπὶ νεφέλης ἐν σώματι, καὶ ἀνήνεοκεν ατὸν ἐπὶ τὸν Ὠκεανὸν ποταμόν. καὶ ἀτενίσας Ἁβραὰμ εἶδεν δύο πύλας, μίαν μὲν μικρὰν, τὴν δὲ ἑτέραν μεγάλην. καὶ ἀνάμεσον τῶν δύο πυλῶν ἐκάθητο ἀνὴρ ἐπὶ θρόνου δόξης μεγάλης. καὶ πλῆθος ἀγγέλων κύκλῳ αὐτοῦ. καὶ ἦν κλαίων, καὶ πάλιν γελῶν, καὶ ὁ κλαυθμὸς ὑπερέβαινεν τὸ γέλος αὐτοῦ ἑπταπ λασίονα. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν Μιχαήλ· Τίς ἐστιν οὖτος ὁ καθήμενος ἀνάμεσον τῶν δύο πυλῶν μετὰ δόξης πολλῆς· ποτὲ μὲν γελᾷ, ποτὲ μὲν κλαίει, καὶ ὁ κλαυθμὸς ὑπερβαίνει τὸ γέλος ἑπταπλασίως; καὶ εἶπεν Μιχαὴλ πρὸς Ἀβραάμ. Οὐκ ἔγνως αὐτὸν τίς ἐστιν; καὶ εἶπεν· Οὐχὶ, κύριε. καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Θωρεῖς τὰς δύο 2, 3 ἑπτακ. αἰῶνες] τὰ ἔτη C 5 τελείως—οἰκοομ. σου] πεπληροφορήσαι γὰρ τὴν κεφαλ ήν σου B 7 ἐὰν—σώματός μου] ἐπειδὴ παρέρχωμαι τοῦδε τοῦ κοσμου Β; ναὶ, ἐξέρχομαι ἐκ τοῦ σώμ. ἀλλὰ C σωοματικῶς] ἐν σώματι B 8 ἤθελον] θέλω B; ἤλπιξον C 10 κ. εἶπεν] + πάτερ μου B 11 κυρίῳ] πατρὶ A; πατρὶ τῶ ἐν τοῖς οὐρανοῖς C 15 ἀναλ. ἐν σώμ.] λαβὲ σωματικῶς A; ἀνάλαβε σωματικῶς C 19 ώκεανὸν] αἰκιανὸν AC; ὀκεανὸν B 20, 21 μίαν— μεγάλην] μι. μικρ. κ. ἐτ. μεγ. A; ἀφʼ ὧ μία στενὴ κ. ἡ ἑτέρα εύρήχορος B 23 κύκλῳ] + τοῦ θράνου C 24 ἐπταπλασ.] om BC 26 πολλῆς] + κ. πλῆθος ἀγγέλων κύκλω αὐτοῦ C πύλας ταύτας, τὴν μικρὰν καὶ τὴν μεγάλην; αὗταί εἰσιν ABC αἱ ἀπάγουσαι εἰς τὴν ζωὴν καὶ εἰς τὴν ἀπώλειαν. ὁ ἀνὴρ δὲ οὗτος ὁ καθήμενος ἐν μέσῳ αὐτῶν, οὖτός ἐστιν ὁ Ἀδὰμ, ὁ πρῶτος ἄνθρωπος ὃν ἔπλασεν ὁ κύριοςʼ καὶ ἔθηκεν αὐτὸν εἰς τὸν τόπον τοῦτον θεωρῆσαι πᾶσαν ψυχὴν ἐξερχομένην ἐκ τοῦ σώματος, ἐπειδὴ ἐξ αὐτοῦ εἰσὶν πάντες. ὅταν οὖν θεωρῇς αὐ τὸν κλαίοντα, γνῶθι ὅτι ἐθεάσατο ψυχὰς πολλὰς ἀπαγομένας εἰς τὴν ἀπώλειαν· ὅταν δὲ ἴδῃς αὐτὸν γελῶντα, ἐθεάσατο ψυχὰς ὀλίγας ἀπαγομένας εἰς τὴν ζωήν. θεωρεῖς αὐτὸν πῶς ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος; ἐπεὶ θεωρεῖ τὸ περισσότερον τοῦ κόσμου ἀπαγομένους διὰ τῆς πλατείας εἰς τὴν ἀπώλειαν, διὰ τοῦτο ὑπερβαίνει ὁ κλαυθμός τὸ γέλος ἑπταπλασίως.