<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1701.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><p>ΧΙΙΙ. ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος ὁ
                            θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν
                            τοῦ <lb n="10"/> δούλου μου, ὅτι φίλος μου ἐστίν· ἀλλὰ ἄπελθε καὶ
                            κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς
                            Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. καὶ ὁ Μιχαὴλ εὐθὺς
                            καθὼς προσετάχθη ἐκόσμησεν τὰν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ <lb n="15"/> οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραὰμ, ὅπως θεάσηται αὐτόν.
                            καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον
                            αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ·
                            Χαίροις, ἁγία ψυχή. χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον
                                <lb n="20"/> τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. καὶ εἶπεν Ἁβραάμ· Καλῶς
                            ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ
                            εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπʼ ἐμοῦ·
                            ἀφʼ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου. <lb n="25"/> πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ
                            ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἶμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι
                            τὴν δόξαν σου. θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου
                            τούτου. καὶ <note type="marginal">AB</note> εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ·
                            Λέγω σοι, ἐν ὅλῳ τῷ <lb n="30"/> κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη
                            ὅμοιός σου· καὶ <note type="footnote">1, 2 καὶ— ὤραν] κ. ταύτη τὴν ὥραν
                                A; ἐν ἐκείνη τῆ ἡμέρα· καὶ C 3— 6 Σάρρα δὲ— ἔθαψεν αὐτὴν] κ. οὕτως
                                ἀπέθανεν ἡ γυνὴ αὐτοῦ— αὐτὴν ὁ Ἁβρ. A; κ. πρῶτον τέθνηκεν ἡ γυνὴ
                                αὐτοῦ κ. ἕθ. αὐτήν B 7—9 τοῦ Ἁβρ.— ἐγγίσαι] om B 12, 13 τοῖς ὀφθ.
                                αύτοῦ] ἔμπροσθεν αὐτοῦ πρὸς θάνατον A; om B 16 καὶ ἐκάθ.— Ἁβρ.] om
                                AC καὶ] om B 18—21 καὶ εἷπεν ὁ θάν. —ὑψίστου] om AB 22, 23 σὺ—
                                πόσεως] om AB 27, 28 θεωρῶ—κόσμου τούτου] om B 28—p. 118, 26
                                τούτοι—ψυχὴν τοῦ Ἁ.] om C, a leaf of which is lost here 30 κτίσματι
                                ὃ] κτισμ. ἤν A; κόσμω ὅ B</note>
                            <pb n="118"/>
                            <note type="marginal">AB</note> αὐτὸς γὰρ ὁ θεὸς ζητήσας οὐχ εὗρεν
                            τοιοῦτον ἐπὶ πάσης τῆς γῆς. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν θάνατον· Πῶς
                            ἐτόλμησας ψεύσασθαι; ὅτι ὁρῶ τὴν ὡραιότητά σου ὅτι οὐκ ἔστιν ἐκ τοῦ
                            κόσμου τούτου. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Μὴ νομίσῃς, Ἁβραὰμ, ὅτι
                            ἡ ὡραιότης <lb n="5"/> αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα
                            ἄνθροπον. οὐχὶ, ἀλλʼ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ
                            ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ
                            σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ
                            ταράσσω <lb n="10"/> αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. λέγει οὖν
                            Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; καὶ λέγει ὁ θάνατος·
                            Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ
                            λεγόμενος θάνατος; ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα·
                                <lb n="15"/> ἐγώ εἰμι κλαυθμός <gap reason="omitted"/>.</p><note type="marginal">A</note></div><div type="textpart" subtype="chapter" n="14"><p>XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. καὶ
                            ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· ἡ μία
                            εἶχεν πρόσωπον δράκοντος, καὶ διʼ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων <lb n="20"/>
                            τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν
                            ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ
                            παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς
                            κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ <lb n="25"/>
                            <note type="marginal">AC</note> ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν
                            ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. <note type="footnote">5 μὴ νομίσης, Ἁβρ.] om A 7—11 οὐχὶ— ἐκθαμβῆται] om B
                                9 τῆς] τὰς A 11—16 λέγει οὗν— κλαυθμὸς] om A 16 κλαυθμὸς] with this
                                word B breaks off 19 σαπρότητα αὐτοῦ] +ἐφανέρωοσεν δὲ αὐτοὺς A 21
                                ῥομφαίας] -α A 22 τόξοις] -ος A 26—p. 119, 5 ὀνείροις —ἀμήν]
                                ὀνείροις καὶ ἰδοὺ ἄρμα κυρίου τοῦ θεοῦ ἦρεν τὴν τιμίαν αὐτοῦ φυχὴν
                                εἰς τοὺς οὐρανοὺς, καὶ ἄγγελοι προάγατες καὶ ἀκολουθοῦντες μετὰ
                                λαμπάδωον καὶ θυμιατῶν, δοξάζυντες καὶ εὐλογοῦντες τὸν θεὸν τὸν
                                ὕφιστον. ἔδραμεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ, καὶ ἔπεσεν εἰς τὸ πρόσωπον
                                αὐτοῦ καὶ ἔκλαυσεν καὶ κατεφίλησε αὐτὸν, ὁμοίως καὶ οἱ οἰκοπαῖδες
                                ἅπαντες· καὶ βαστάζοντες τὸ τιμιώτατον ἐκεῖνο λείψανον ἀπήγαγον· καὶ
                                ἔθαψεν αὐτὸ Ἰσαὰκ οἰκειοχείρως πλησίον τῆς μητρὸς αὐτοῦ Σάρρας. καὶ
                                ὑπέστρεψαν δοξάζοντες καὶ ὑμνοῦντες τὸν θεὸν ἡμῶν· ὅτι αὐτῷ ὑπάρχει
                                ἡ δόξα, ἡ τιμὴ, καὶ ἡ μεγαλοσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. C
                                26, 27 κ. ὁ άρχιστρ. M.] ὁ ἀρχ. M. καὶ A.</note>
                            <pb n="119"/> ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς <note type="marginal">AC</note> αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν
                            θεόν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ
                            υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς <lb n="5"/> αἰῶνας
                            τῶν αἰώνων. Ἀμήν.</p></div></div></body></text></TEI>