XΙ καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτὴς, καὶ τίς ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς ἁμαρτίας; καὶ λέγει Μιχαὴλ πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν. καὶ ὁ ἀποδεικνύμενος οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς δικαιοσύνης Ἐνώχ· ἀπέστειλεν γὰρ κύριος αὐτοὺς ἐνταῦθα, ἵνα ἀπογράφωσιν τάς ἁμαρτίας καὶ τάς δικαιοσύνας ἑκάστου. καὶ λέγει ὁ Ἀβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; καὶ εἶπεν Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ 4 φόνον οὐκ ἐποίησας] φώνος διά σου οὐ γέγονεν B; φόνος ἐξ ἐμοῦ οὐ γέγονεν C 7, 8 καὶ ε τι— νεότ. αὐτῆς] om B 8 γυνὴ] om B; ψυχὴ C 10 ἂς- κόσμῳ] om A κόσμῳ] + κατὰ πρόσωπόν μου βλέπω καὶ τὶ ποιήσω ἡ τάλαινα ὅτι ἐνταῦθα μετάνοια οὐκ ἔστιν B 10, 11 ἐνταῦθα— ἐληθαργ.] om B 11 ᾖραν αὐτὴν] + αἱ ὑπηρέται τῆς ὀργῆς C 14, 15 καὶ τίς- ἀμαρτ.] om C 14 ἐλέγχων] κατέχων B 17 ἤεγκεν] προσέταξεν B; ἔταξεν C 17—19 ὁ ἀποδεικν. οὖτος— Ἐνὼχ] ὸ ἕτερος προσκομίζωον τὰς ἁμαρτίας κ. ἐλέγχων τὰς ἀγαθὰς κ. παηρὰς πράξεις ἐστὶν ἔνωχ ὁ μάρτὺς τῆς ἐσχάτης ἡμέρας B 19 γραμματεὺς] γραφεὺς A 19—21 Ἐνὼχ— δικαιοσύνας] om A (which reads γραφεὺς τῆς δικ. κ. τῶν ἀμαρτι ἑκάστου] ἀπέστειλεν- ἑκάστου] κ. προσετάγειν παρὰ κυ ἐν τῶ κόσμω διάγειν κ. ἀπογράφεσθαι πράξεις κ. λαγισμοὺς ἕνος ἑκάστου ἀνθρώπου B 22 βαστάσαι τὸ βάρος τῶ ψ.] βλέπειν κ. προσκομίζειν ἔνος ἑκάστου τὰς ἁμαρτίας κ. τὰς δικαιοσύνας Β; βαστᾶσαι τὸ μέρος τῶ ψ. C 24 ἀπόφασιν] ἀπολογίαν A; ἀποφάσεις ἢ κ. σώζειν τοὺς ἐξομολογουμένους B 24—p. 116, 10 ἐὰν— κόλασιν] ταῦτα κ. αὐτὸς ὁ Ἐ. πρὸς κν ἐλάλησεν ἴνα μὴ πρὸς τοὺς ανους ἐπιβαρὶς γύνεται ἀλλʼ ὁ κς οὐκ ἤκουσεν αὐτοῦ ἀλλʼ ἐκέλευσεν αὐτὸν οὕτος ποιεῦν B ABC αὐτῶν, οὐ συγχωρεῖται· ἀλλʼ οὐ τὰ τοῦ Ἐνὼχ αὐτοῦ ἀποφαίνεται, ἀλλʼ ὁ κύριός ἐστιν ὁ ἀποφαινόμενος, καὶ τούτου οὐκ ἐστὶν εἰ μὴ μόνον τό γράψαι. ἐπειδὴ ηὔξατο Ἐνὼχ πρὸς κύριον λέγων· Οὐ θέλω, κύριε, ἀποδοῦναι τῶν ψυχῶν ἀπόφασιν, ὅπως μὴ τινὸς ἐπιβαρὴς γένωμαι· καὶ εἶπεν κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν· καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν. ΧΙΙ. καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς Μιχαήλ· Θωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλὰ, κύριε, πέμψον πῦρ ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν αὐτούς· διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ ποιῆσαι αὑτῷ, ποίησον. καὶ πάλιν ἀναβλέψας Ἁβραὰμ, εἶδεν ἄλλους ἀνθρώπους καταλαλοῦντας ἑταίρους, καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ καὶ καταπιέτω αὐτούς. καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ ζῶντας. καὶ πάλιν ἀνήςγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ. καὶ εἶδεν Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. καὶ εἶπεν πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλʼ ἐλθέτωσαν θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. τότε ἐλάλησεν κύριος ὁ θεὸς πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν τὴν κτίσιν ἢν ἐποίησα, ὅτι οὐ σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, ἀλλʼ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ 6 ἐγὼ κελεύσω σε] ἐγέρθητί μοι σημειῶν πρὸς σὲ C 8 μὴ ἐξιλεωθῇ καὶ] om A 9 βληθήσεται] -ονται A; κληθήσεται C 26, 27 διαμερίσονται αὐτοὺς] διαφάγωσιν αὐτοὺς A; καταφαγέτωσαν αὐτοὺς ὅτι τοιοῦτον ἀνόμημα ὄρμη- σαν ποιῆσαι B 33—p. 117, 1 ὥστε— σωθήσονται] ὡς τὸ ἐπιστρέψαι κ. ζήσωοσιν—σωθήσ. A; om B ; ὥστε ἐπιστρέφουσιν κ. μετανοήσωσιν—σωθήσ. C τῶν ἁμαρτιῶν αὐτῶν, καὶ σωθήσονται. καὶ κατὰ τὴν ABC ἐνάτην ὥραν ὑπέστρεψεν Μιχαὴλ τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ. Σάρρα δὲ ἡ γυνὴ αὐτοῦ, μὴ θεωρήσασα τὸν Ἁβραὰμ τί γέγονεν, κατεπόθη τῇ λυπῇ καὶ παρέδωκε τὴν ψυχήν· καὶ μετὰ τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὖρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν. ΧΙΙΙ. ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος ὁ θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν τοῦ δούλου μου, ὅτι φίλος μου ἐστίν· ἀλλὰ ἄπελθε καὶ κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. καὶ ὁ Μιχαὴλ εὐθὺς καθὼς προσετάχθη ἐκόσμησεν τὰν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραὰμ, ὅπως θεάσηται αὐτόν. καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Χαίροις, ἁγία ψυχή. χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. καὶ εἶπεν Ἁβραάμ· Καλῶς ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπʼ ἐμοῦ· ἀφʼ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου. πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἶμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι τὴν δόξαν σου. θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ AB εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Λέγω σοι, ἐν ὅλῳ τῷ κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη ὅμοιός σου· καὶ 1, 2 καὶ— ὤραν] κ. ταύτη τὴν ὥραν A; ἐν ἐκείνη τῆ ἡμέρα· καὶ C 3— 6 Σάρρα δὲ— ἔθαψεν αὐτὴν] κ. οὕτως ἀπέθανεν ἡ γυνὴ αὐτοῦ— αὐτὴν ὁ Ἁβρ. A; κ. πρῶτον τέθνηκεν ἡ γυνὴ αὐτοῦ κ. ἕθ. αὐτήν B 7—9 τοῦ Ἁβρ.— ἐγγίσαι] om B 12, 13 τοῖς ὀφθ. αύτοῦ] ἔμπροσθεν αὐτοῦ πρὸς θάνατον A; om B 16 καὶ ἐκάθ.— Ἁβρ.] om AC καὶ] om B 18—21 καὶ εἷπεν ὁ θάν. —ὑψίστου] om AB 22, 23 σὺ— πόσεως] om AB 27, 28 θεωρῶ—κόσμου τούτου] om B 28—p. 118, 26 τούτοι—ψυχὴν τοῦ Ἁ.] om C, a leaf of which is lost here 30 κτίσματι ὃ] κτισμ. ἤν A; κόσμω ὅ B AB αὐτὸς γὰρ ὁ θεὸς ζητήσας οὐχ εὗρεν τοιοῦτον ἐπὶ πάσης τῆς γῆς. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν θάνατον· Πῶς ἐτόλμησας ψεύσασθαι; ὅτι ὁρῶ τὴν ὡραιότητά σου ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Μὴ νομίσῃς, Ἁβραὰμ, ὅτι ἡ ὡραιότης αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα ἄνθροπον. οὐχὶ, ἀλλʼ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ ταράσσω αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. λέγει οὖν Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; καὶ λέγει ὁ θάνατος· Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ λεγόμενος θάνατος; ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα· ἐγώ εἰμι κλαυθμός . A XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. καὶ ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· ἡ μία εἶχεν πρόσωπον δράκοντος, καὶ διʼ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ AC ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. 5 μὴ νομίσης, Ἁβρ.] om A 7—11 οὐχὶ— ἐκθαμβῆται] om B 9 τῆς] τὰς A 11—16 λέγει οὗν— κλαυθμὸς] om A 16 κλαυθμὸς] with this word B breaks off 19 σαπρότητα αὐτοῦ] +ἐφανέρωοσεν δὲ αὐτοὺς A 21 ῥομφαίας] -α A 22 τόξοις] -ος A 26—p. 119, 5 ὀνείροις —ἀμήν] ὀνείροις καὶ ἰδοὺ ἄρμα κυρίου τοῦ θεοῦ ἦρεν τὴν τιμίαν αὐτοῦ φυχὴν εἰς τοὺς οὐρανοὺς, καὶ ἄγγελοι προάγατες καὶ ἀκολουθοῦντες μετὰ λαμπάδωον καὶ θυμιατῶν, δοξάζυντες καὶ εὐλογοῦντες τὸν θεὸν τὸν ὕφιστον. ἔδραμεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ, καὶ ἔπεσεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἔκλαυσεν καὶ κατεφίλησε αὐτὸν, ὁμοίως καὶ οἱ οἰκοπαῖδες ἅπαντες· καὶ βαστάζοντες τὸ τιμιώτατον ἐκεῖνο λείψανον ἀπήγαγον· καὶ ἔθαψεν αὐτὸ Ἰσαὰκ οἰκειοχείρως πλησίον τῆς μητρὸς αὐτοῦ Σάρρας. καὶ ὑπέστρεψαν δοξάζοντες καὶ ὑμνοῦντες τὸν θεὸν ἡμῶν· ὅτι αὐτῷ ὑπάρχει ἡ δόξα, ἡ τιμὴ, καὶ ἡ μεγαλοσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. C 26, 27 κ. ὁ άρχιστρ. M.] ὁ ἀρχ. M. καὶ A. ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς AC αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν θεόν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.