<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1701.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p>XΙ καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτὴς, καὶ τίς
                            ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς <lb n="15"/> ἁμαρτίας; καὶ λέγει Μιχαὴλ
                            πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις
                            μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν. καὶ ὁ ἀποδεικνύμενος
                            οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς
                            δικαιοσύνης Ἐνώχ· ἀπέστειλεν γὰρ <lb n="20"/> κύριος αὐτοὺς ἐνταῦθα, ἵνα
                            ἀπογράφωσιν τάς ἁμαρτίας καὶ τάς δικαιοσύνας ἑκάστου. καὶ λέγει ὁ
                            Ἀβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν
                            θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; καὶ εἶπεν
                            Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ <note type="footnote">4 φόνον οὐκ
                                ἐποίησας] φώνος διά σου οὐ γέγονεν B; φόνος ἐξ ἐμοῦ οὐ γέγονεν C 7,
                                8 καὶ ε τι— νεότ. αὐτῆς] om B 8 γυνὴ] om B; ψυχὴ C 10 ἂς- κόσμῳ] om
                                A κόσμῳ] + κατὰ πρόσωπόν μου βλέπω καὶ τὶ ποιήσω ἡ τάλαινα ὅτι
                                ἐνταῦθα μετάνοια οὐκ ἔστιν B 10, 11 ἐνταῦθα— ἐληθαργ.] om B 11 ᾖραν
                                αὐτὴν] + αἱ ὑπηρέται τῆς ὀργῆς C 14, 15 καὶ τίς- ἀμαρτ.] om C 14
                                ἐλέγχων] κατέχων B 17 ἤεγκεν] προσέταξεν B; ἔταξεν C 17—19 ὁ
                                ἀποδεικν. οὖτος— Ἐνὼχ] ὸ ἕτερος προσκομίζωον τὰς ἁμαρτίας κ. ἐλέγχων
                                τὰς ἀγαθὰς κ. παηρὰς πράξεις ἐστὶν ἔνωχ ὁ μάρτὺς τῆς ἐσχάτης ἡμέρας
                                B 19 γραμματεὺς] γραφεὺς A 19—21 Ἐνὼχ— δικαιοσύνας] om A (which
                                reads γραφεὺς τῆς δικ. κ. τῶν ἀμαρτι ἑκάστου] ἀπέστειλεν- ἑκάστου]
                                κ. προσετάγειν παρὰ κυ ἐν τῶ κόσμω διάγειν κ. ἀπογράφεσθαι πράξεις
                                κ. λαγισμοὺς ἕνος ἑκάστου ἀνθρώπου B 22 βαστάσαι τὸ βάρος τῶ ψ.]
                                βλέπειν κ. προσκομίζειν ἔνος ἑκάστου τὰς ἁμαρτίας κ. τὰς δικαιοσύνας
                                Β; βαστᾶσαι τὸ μέρος τῶ ψ. C 24 ἀπόφασιν] ἀπολογίαν A; ἀποφάσεις ἢ
                                κ. σώζειν τοὺς ἐξομολογουμένους B 24—p. 116, 10 ἐὰν— κόλασιν] ταῦτα
                                κ. αὐτὸς ὁ Ἐ. πρὸς κν ἐλάλησεν ἴνα μὴ πρὸς τοὺς ανους ἐπιβαρὶς
                                γύνεται ἀλλʼ ὁ κς οὐκ ἤκουσεν αὐτοῦ ἀλλʼ ἐκέλευσεν αὐτὸν οὕτος
                                ποιεῦν B</note>
                            <pb n="116"/>
                            <note type="marginal">ABC</note> αὐτῶν, οὐ συγχωρεῖται· ἀλλʼ οὐ τὰ τοῦ
                            Ἐνὼχ αὐτοῦ ἀποφαίνεται, ἀλλʼ ὁ κύριός ἐστιν ὁ ἀποφαινόμενος, καὶ τούτου
                            οὐκ ἐστὶν εἰ μὴ μόνον τό γράψαι. ἐπειδὴ ηὔξατο Ἐνὼχ πρὸς κύριον λέγων·
                            Οὐ θέλω, κύριε, ἀποδοῦναι τῶν ψυχῶν ἀπόφασιν, ὅπως μὴ τινὸς ἐπιβαρὴς
                            γένωμαι· καὶ εἶπεν <lb n="5"/> κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα
                            γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν·
                            καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς
                            γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν.</p><lb n="10"/></div><div type="textpart" subtype="chapter" n="12"><p>ΧΙΙ. καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν
                            ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν
                            ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς
                            Μιχαήλ· Θωρεῖς τὴν ἁμαρτίαν ταύτην; <lb n="15"/> ἀλλὰ, κύριε, πέμψον πῦρ
                            ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν
                            αὐτούς· διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ
                            ποιῆσαι αὑτῷ, ποίησον. καὶ πάλιν ἀναβλέψας Ἁβραὰμ, εἶδεν ἄλλους
                            ἀνθρώπους καταλαλοῦντας ἑταίρους, <lb n="20"/> καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ
                            καὶ καταπιέτω αὐτούς. καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ
                            ζῶντας. καὶ πάλιν ἀνήςγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ. καὶ εἶδεν
                            Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. καὶ εἶπεν
                            πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν <lb n="25"/> ταύτην; ἀλλʼ ἐλθέτωσαν
                            θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον
                            θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. τότε ἐλάλησεν κύριος ὁ θεὸς
                            πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ
                            ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν <lb n="30"/> τὴν κτίσιν ἢν ἐποίησα, ὅτι οὐ
                            σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, ἀλλʼ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς
                            ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ <note type="footnote">6 ἐγὼ κελεύσω σε] ἐγέρθητί μοι σημειῶν πρὸς σὲ C 8
                                μὴ ἐξιλεωθῇ καὶ] om A 9 βληθήσεται] -ονται A; κληθήσεται C 26, 27
                                διαμερίσονται αὐτοὺς] διαφάγωσιν αὐτοὺς A; καταφαγέτωσαν αὐτοὺς ὅτι
                                τοιοῦτον ἀνόμημα ὄρμη- σαν ποιῆσαι B 33—p. 117, 1 ὥστε— σωθήσονται]
                                ὡς τὸ ἐπιστρέψαι κ. ζήσωοσιν—σωθήσ. A; om B ; ὥστε ἐπιστρέφουσιν κ.
                                μετανοήσωσιν—σωθήσ. C</note>
                            <pb n="117"/> τῶν ἁμαρτιῶν αὐτῶν, καὶ σωθήσονται. καὶ κατὰ τὴν <note type="marginal">ABC</note> ἐνάτην ὥραν ὑπέστρεψεν Μιχαὴλ τὸν Ἁβραὰμ
                            εἰς τὸν οἶκον αὐτοῦ. Σάρρα δὲ ἡ γυνὴ αὐτοῦ, μὴ θεωρήσασα τὸν Ἁβραὰμ τί
                            γέγονεν, κατεπόθη τῇ λυπῇ καὶ παρέδωκε τὴν <lb n="5"/> ψυχήν· καὶ μετὰ
                            τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὖρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν.</p></div></div></body></text></TEI>