VI. ἀκούσασα δὲ Σάρρα τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ ἀρχιστρατήγου, εὐθὺς ἐγνώρισεν ὅτι ἄγγελος κυρίου ἐστὶν ὁ λαλῶν· συννεύει οὖν ἡ Σάρρα τὸν Ἁβραὰμ τὰ πρὸς τὴν θύραν ἔξω ἐλθεῖν, καὶ λέγει αὐτῷ· Κύριέ μου Ἁβραὰμ, σὺ γινώσκεις τίς ἐστιν οὗτος ὁ ἀνήρ; εἶπεν δὲ Ἁβραάμ· Οὐ γινώσκω. εἶπεν δὲ Σάρρα· Ἐπίστασαι, κύριέ μου, τοὺς τρεῖς ἄνδρας τοὺς ἐπουρανίους τοὺς ἐπιξενισθέντας ἐν τῇ σκηνῇ ἡμῶν παρὰ τὴν δρῦν τὴν Μαμβρῆ ὅτε ἔσφαξας τὸν μόσχον τὸν ἄμωμον καὶ παρέθηκας αὐτοῖς τράπεζαν· δαπανηθέντων δὲ τῶν κρεάτων, ἠγέρθη πάλιν ὁ μόσχος καὶ ἐθήλαζεν τὴν μητέρα αὐτοῦ ἐν ἀγαλλιάσει· οὐκ οἶδας, κύριέ μου Ἁβραὰμ, ὅτι καὶ καρπὸν κοιλίας ἐξ ἐπαγγελίας ἡμῖν ἐδωρήσαντο τὸν Ἰσαάκ; ἐκ γὰρ τῶν τριῶν ἁγίων ἀνδρῶν ἐκείνων οὗτος ἐστὶν ὁ εἶς ἐξ αὐτῶν. εἶπεν δὲ Ἁβραάμ· Ὦ Σάρρα, τοῦτο ἀληθὲς εἴρηκας· δόξα καὶ εὐλογία παρὰ θεοῦ καὶ πατρός· καὶ γὰρ ἐγὼ τῇ ὀψὲ βραδείᾳ, ὅτε ἔνιπτον τοὺς πόδας αὐτοῦ ἐν τῇ λεκάνῃ τοῦ νιπτῆρος εἶπον ἐν τῇ καρδίᾳ μου· Οὗτοι οἱ πόδες ἐκ τῶν τριῶν ἀνδρῶν εἰσὶν οὓς ἔνιψα τότε. καὶ τὰ δάκρυα αὐτοῦ ὀψὲ ἐν τῷ νιπτῆρι πίπτοντα ἐγένοντο λίθοι τίμιοι. καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ δέδωκεν αὐτὰ τῇ Σάρρᾳ, λέγων· Εἰ ἀπιστεῖς μοι, νῦν θέασαι ταῦτα. λαβοῦσα δὲ αὐτὰ ἡ Σάρρα προσεκύνησεν καὶ ἠσπόσατο καὶ εἶπεν· Δόξα τῷ θεῷ τῷ δεικνύοντι ἡμῖν θαυμάσια· καὶ νῦν γίνωσκε, κύριέ μου Ἁβραάμ, ὅτι ἀποκάλυψίς τινος ἔργου ἐστὶν ἐν ἡμῖν, κἄν τε πονηρὸν κἄν τε ἀγαθόν. VII. καταλιπὼν δὲ Ἁβραὰμ τὴν Σάρραν εἰσῆλθεν ἐν τῷ τρικλίνῳ καὶ εἶπεν πρὸς Ἰσαάκ· Δεῦρο υἱέ μου ἀγαπητέ, ἀνάςγγειλόν μοι τὴν ἀλήθειαν, τί τὰ ὁραθέντα καὶ τί πέπονθας ὅτι οὕτω δρομαίως εἰσῆλθες πρὸς ἡμᾶς; ὑπολαβὼν δὲ Ἰσαὰκ ἤρξατο λέγειν· Εἶδον ἐγὼ, κύριέ μου, τῇ νυκτὶ ταύτῃ τὸν ἥλιον καὶ τὴν σελήνην ὑπεράνω τῆς 11 ὅτε— παρέθ.] θήσοντες ὑμεῖς παρέθ. A 12 ἠγέρθη] εἰσῆλθεν A 14 ἴδες A 18 εὐλογ.] δόξα εἰ καὶ κρίνει B 19 ὀφὲ βραδὺ B; ὄφει βραδείᾳ A 27 ἀποκάλυψις— ἡμῖν] ἀποκάλυψιν τινὸς ἔργου ὑμῖν A ABCDER κεφαλῆς μου, καὶ τὰς ἀκτῖνας αὐτοῦ κυκλοῦντα καὶ φωταγωγοῦντά με· καὶ ταῦτα οὕτως ἐμοῦ θεωροῦντος καὶ ἀγαλλιωμένου, εἶδον τὸν οὐρανὸν ἀνεῳγότα, καὶ εἶδον ἄνδρα φωτοφόρον ἐκ τοῦ οὐρανοῦ κατελθόντα ὑπὲρ ἑπτὰ ἡλίους ἀστράπτοντα· καὶ ἐλθὼν ὁ ἀνὴρ ὁ ἡλιόμορφος ἐκεῖνος ἔλαβεν τὸν ἥλιον ἀπὸ τῆς κεφαλῆς μου, καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὅθεν καὶ ἐξῆλθεν· ἐγὼ δὲ ἐλυπήθην μεγάλως ὅτι ἔλαβεν τὸν ἥλιον ἀπʼ ἐμοῦ· καὶ μετʼ ὀλίγον ὡς ἔτι ἐμοῦ λυπουμένου καὶ ἀδημονοῦντος, εἶδον τὸν ἄνδρα ἐκεῖνον ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἐξελθόντα· καὶ ἔλαβεν ἀπʼ ἐμοῦ καὶ τὴν σελήνην ἐκ τῆς κεφαλῆς μου· ἔκλαυσα δὲ μεγάλως καὶ παρεκάλεσα τὸν ἄνδρα ἐκεῖνον τὸν φωτοφόρον καὶ εἶπον· Μὴ, κύριέ μου, μὴ ἄρῇς τὴν δόξαν μου ἀπʼ ἐμοῦ, ἐλέησόν με καὶ εἰσάκουσόν μου· καὶ κἂν τὸν ἥλιον ἄρας ἀπʼ ἐμοῦ, κἂν τὴν σελήνην ἔασον ἐπʼ ἐμέ. αὐτὸς δὲ εἶπεν· Ἄφες ἀναληφθῆναι αὐτοὺς πρὸς τὸν ἄνω βασιλέα, ὅτι θέλει αὐτοὺς ἐκεῖ. καὶ ἦρεν αὐτοὺς ἀπʼ ἐμοῦ, τὰς δὲ ἀκτῖνας ἔασεν ἐπʼ ἐμέ. εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε Ἁβραάμ· ὁ ἥλιος ὃν ἑώρακεν ὁ παῖς σου, σὺ εἶ, ὁ πατὴρ αὐτοῦ· καὶ ἡ σελήνη ὁμοίως ἡ μήτηρ αὐτοῦ Σάρρα ὑπάρχουσα· ὁ δὲ ἀνὴρ ὁ φωτοφόρος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὗτός ἐστιν ὁ ἐκ τοῦ θεοῦ ἀποσταλεὶς, ὁ μέλλων λαβεῖν τὴν δικαίαν σου ψυχήν ἀπό σου. καὶ νῦν γίνωσκε, τιμιώτατε Ἁβραὰμ, ὅτι μέλλεις ἐν τῷ καιρῷ τούτῳ καταλιπεῖν τὸν κοσμικόν βίον καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Ὦ θαῦμα θαυμάτων καινότερον ! καὶ λοιπὸν σὺ εἶ ὁ μέλλων λαβεῖν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ; λέγει αὐτῷ ὁ ἀρχιστράτηγος· Ἐγώ εἰμι Μιχαὴλ ὁ ἀρχιστράτηγος ὁ παρεστηκώς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην πρός σε ὅπος ἀναςγγείλω 1 κυκλ. κ. φωτ.] κλητὰς καὶ φωταγουγοῦντας CE 4 ὑπέρ ἑπτὰ ἡλ.] ὑπὲρ εξ ηλιου A; ὑπέρ πάσας ἡλίους B 6—1 καὶ ἀνῆλθεν— κεφαλῆς μου] om B by homœot. 14 ἐλέησον— εἰσάκ. μου] om A 16—18 ἄφες— ἐπʼ ἐμέ] ἄφες ἀρτίως ἀναληφθέντος αὐτοῦ ἀπʼ ἐμοῦ τοὺς δὲ ἀκτῖνας αὐτὸν ἔασεν A; ἄφες ἀνα- ληφθῆναι αὐτοὺς ἐκεῖ καὶ ᾖρεν αὐτοὺς ἀπʼ ἐμοῦ καὶ τὰς ἀκτ. αὐτοῦ B; ἄφες αὐτοὺς ἀπιλθεῖν ὅτι θέλει αὐτοὺς ὁ ἄνω βασ. D 2 ὁμοίως] om B 21 ὑπάρχουσα] om B; ὑπῆρχεν CE 25 κόσμον καὶ τὸν βίον B; κόσμον CE 29 ὁ παρεστ. —κυ] BD; ἀρχιστ. κυ ACE σοι τὴν τοῦ θανάτου μνήμην· καὶ εἴθʼ οὕτως ἀπελεύσομαι ABCDER πρὸς αὐτὸν καθὼς ἐκελεύσθημεν. καὶ εἶπεν Ἁβραάμ· Νῦν ἔγνωκα ἐγὼ ὅτι ἄγγελος κυρίου εἶ σὺ, καὶ ἀπεστάλης λαβεῖν τὴν ψυχήν μου· ἀλλʼ οὐ μή σοι ἀκολουθήσω· ἀλλʼ ὅπερ κελεύει ς ποίησον. VIII. ὁ δὲ ἀρχιστράτηγος ἀκούσας τὸ ῥῆμα τοῦτο, εὐθέως ἀφανὴς ἐγένετο· καὶ ἀνελθὼν εἰς τὸν οὐρανὸν ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν πάντα ὅσα εἶδεν εἰς τὸν οἶκον Ἁβραάμ· εἶπεν δὲ καὶ τοῦτο ὁ ἀρχιστράτηγος πρὸς τὸν δεσπότην ὅτι Καὶ τοῦτο λέγει ὁ φίλος σου Ἁβραὰμ ὅτι Οὐ μή σοι ἀκολουθήσω, ἀλλʼ ὅπερ κελεύει ς ποίησον· ἀρτίως δέσποτα παντοκράτωρ, εἴ τι κελεύει ἡ σὴ δόξα καὶ ἡ βασιλεία ἡ ἀθάνατος; εἶπεν δὲ ὁ θεὸς πρὸς τὸν ἀρχιστράτηγον Μιχαὴλ· Ἄπελθε πρός τὸν φίλον μου Ἁβραὰμ ἔτι ἅπαξ καὶ εἶπε αὐτῷ οὕτως· ὅτι Τάδε λέγει κύριος ὁ θεός σου, ὁ εἰσαγαγών σε ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὁ εὐλογήσας σε ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὁ διανοίξας μήτραν Σάρρας τῆς στειρώσης καὶ χαρισάμενός σοι καρπὸν κοιλίας ἐν γήρει τὸν Ἰσαάκ· Ἀμὴν λέγω σοι ὅτι εὐλοῶν εὐλοήσω σε καὶ πληθύνον πληθυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι πάντα ἵσα ἂν αἰτήσῃς παρʼ ἐμοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· σὺ δὲ τί ἀνθέστηκας ἀπʼ ἐμοῦ καὶ τί ἐν σοὶ λύπη, ἀνάγγειλον· καὶ ἵνα τί ἀνθέστηκας ἀπὸ τὸν ἀρχάγγελόν μου Μιχαήλ; ἢ οὐκ οἶδας ὅτι οἱ ἀπὸ Ἀδὰμ καὶ Εὔας πάντες ἀπέθανον; καὶ οὐδεὶς ἐκ τῶν προφητῶν τὸν θάνατον ἐξέφυγεν· καὶ οὐδεὶς ἐκ τῶν βασιλευόντων ὑπάρχει ἀθάνατος· οὐδεὶς ἐκ τῶν προπατόρων ἐξέφυγεν τὸ τοῦ θανάτου μυστήριον· πάντες ἀπέθανον, πάντες ἐν τῷ ᾄδῃ κατηλλάξαντο, πάντες τῇ τοῦ θανάτου δρεπάνῃ συλλέγονται· ἐπὶ δέ σε οὐκ ἀπέστειλα θάνατον, οὐκ εἴασα 1 ἀπελεύσομαι— ἐκελεύσθημεν] ἀπελευσόμεθα πρὸς τὸν ἄνω (πάντων E) βασι- λέα CE 2 ἐκελεύσθημεν] ἐκέλευσέν μοι A 4 σοι] σεῖ A; σε BCDE 4, 5 ἀλλʼ— ποίησον] ὅπερ νῦν κελ. ποιήσων A; διʼ ὅνπερ κελεύεις ποιῆσαι B; om CDE: txt from l. 11 where AB omit 18—24 ὁ διανοίξας— ἀνάγγειλον] om CDE 2 καὶ οὐδεὶς— θαν. ἐξέφυγεν] om ACDE 28, 2 οὐδεὶς— μυστήριον] om B 28 προπατ.] πατέρων AE 29 μυστ.] κειμήλιον ADE 30, 31 πάντες τῇ— συλλέγ.] πάντας ἡ κ.τ.λ. συλλέγεται B; om CDE ABCDER νόσον θανατηφόρον ἐπελθεῖν σοι· οὐ συνεχώρησα τῇ τοῦ θανάτου δρεπάνῃ συναντῆσαί σοι, οὐ παρεχώρησα τὰ τοῦ ᾄδοῦ δίκτυα συμπλέξαι σε, οὐκ ἠθέλησά ποτέ τινι κακῷ συναντῆσαί σε· ἀλλὰ πρὸς παράκλησιν ἀγαθὴν τὸν ἐμόν ἀρχιστράτηγον Μιχαὴλ ἐξαπέστειλα πρός σε, ἵνα γνώσῃς τὴν ἐκ τοῦ κόσμου μετάστασιν, καὶ ποιήσῃς διάταξιν περὶ τοῦ οἴκου σου, καὶ περὶ πάντων τῶν ὑπαρχόντων σοι, καὶ ὅπως εὐλογήσῃς τὸν Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητόν. καὶ νῦν γνώρισον ὅτι μὴ θέλον λυπῆσαί σε ταῦτα πεποίηκα. καὶ ἵνα τί εἶπας πρὸς τὸν ἀρχιστράτηγόν μου ὅτι Οὐ μή σοι ἀκολουθήσω; ἵνα τί ταῦτα εἴρηκας; καὶ οὐκ οἶδας ὅτι ἐὰν ἐάσω τὸν θάνατον καὶ ἐπέλθῃ σοι, τότε ἂν εἶχον ἰδεῖν κἂν ἔρχῃ κἂν οὐκ ἔρχῃ; IX. λαβὼν δὲ ὁ ἀρχιστράτηγος τὰς παραινέσεις τοῦ κυρίου κατῆλθεν πρὸς τὸν Ἁβραάμ· καὶ ἰδὼν αὐτὸν ὁ δίκαιος ἔπεσεν ἐπὶ πρόσωπον εἰς τὸ ἔδαφος τῆς γῆς ὡς νεκρὸς, ὁ δὲ ἀρχιστράτηγος εἶπεν αὐτῷ πάντα ὅσα ἤκουσεν παρὰ τοῦ ὑψίστου· τότε οὖν ὁ ὅσιος καὶ δίκαιος Ἁβραὰμ ἀναστὰς μετὰ πολλῶν δακρύων προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκέτευεν λέγων· Δέομαί σου, ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, ἐπειδὴ κατηξίωσας ὅλως αὐτὸς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου καθεκάστην ἔρχεσθαι, παρακαλῶ σε καὶ νῦν, ἀρχιστράτηγε, τοῦ διακονῆσαί μοι λόγον ἔτι ἅπαξ πρὸς τὸν ὕψιστον, καὶ ἐρεῖς αὐτῷ ὅτι Τάδε λέγει Ἁβραὰμ ὁ οἰκέτης σου ὅτι Κύριε, κύριε, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ὃ ᾐτησάμην σε εἰσήκουσάς μου, καὶ πάσαν τὴν βουλήν μου ἐπλήροσας· καὶ νῦν, κύριε, οὐκ ἀνθίσταμαι τὸ σὸν κράτος, ὅτι κἀγὼ γινώσκω ὅτι οὐκ εἰμὶ ἀθάνατος ἀλλὰ θνητός· ἐπειδὴ οὖν τῇ σῇ προστάξει πάντα ὑπείκει καὶ φρίττει καὶ τρέμει ἀπὸ προσώπου 1, 2 οὐ συεχώρ. —συναντ. σοι] om B 2, 3 οὐ παρεχώρ.—συμπλέξαι σε] om CDE 3 ᾄδου] θανάτου B 3, 4 σε] σοι AB (bis) 4 παράκλησι] παράταξιν B 9 καὶ νῦν— πεποίηκα] om CDE 12, 13 τότε— οὐκ ἔρχῃ] τότε ἴδῃς . . . ἐρχέσαι B; τότε ἰδεῖν ἔχεις CE; om D 14—17 τὰς παραιν.— ἀρχιστρ.] om B 15—17 καὶ ἰδὼν— νεκρὸς] ἔπεσεν δὲ Ἁ. εἰς τ. πόδας τοῦ ἀρχιστ. Μιχ. CE; καὶ ἰδὼν αὐτὸν ἔπεσεν Ἁ. D 19, 20 προσέπεσεν- —ἀσιμ. καὶ] om BCD 26, 27 εἰσήκουσάς μοι καὶ πᾶσαν] ἐποίησας καὶ ἔδωκάς μοι κατὰ τῆς καρδίας μου καὶ πᾶσαν A 30 ὑπείκει] ὑπείκηται A; ὑπήκει B ; ἐπίχη C (-κη E); ὑπακούει D δυνάμεώς σου, κἀγὼ δέδοικα, ἀλλὰ μίαν αἴτησιν αἰτοῦμαι ABCDER παρά σου· καὶ νῦν, δέσποτα κύριε, εἰσάκουσόν μου τῆς δεήσεως, ὅτι ἔτι ἐν τούτῳ τῷ σώματι ὢν θέλω ἰδεῖν πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ποιήματα πάντα ἃ διὰ λόγου ἑνὸς συνέστησας, δέσποτα, καὶ ὅτε ἴδω ταῦτα, τότε ἐὰν μεταβῶ τοῦ βίου ἄλυπος ἔσομαι. ἀπῆλθεν οὖν πάλιν ὁ ἀρχιστράτηγος καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν αὐτῷ πάντα, λέγων· Τάδε λέγει ὁ φίλος σου Ἁβραὰμ, ὅτι Ἤθελον θεάσασθαι πάσαν τὴν οἰκουμένην ἐν τῇ ζωῇ μου, πρὸ τοῦ ἀποθανεῖν με. ἀκούσας δὲ ταῦτα ὁ ὕψιστος, πάλιν κελεύει τὸν ἀρχιστράτηγον Μιχαὴλ καὶ λέγει αὐτῷ· Λάβε νεφέλην φωτὸς, καὶ ἀγγέλους τοὺς ἐπὶ τῶν ἀρμάτων τὴν ἐξουσίαν ἔχοντας, καὶ κατελθών λάβε τὸν δίκαιον Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσον αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ ὅπως ἴδῃ πᾶσαν τὴν οἰκουμένην. X. καὶ κατελθών ὁ ἀρχάγγελος Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσεν αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὸν ἐπὶ τῆς νεφέλης καὶ ἑξήκοντα ἀγγέλους καὶ ἀνήρχετο ὁ Ἁβραὰμ ἐπὶ ὀχήματος ἐφʼ ὅλην τὴν οἰκουμένην· καὶ θεωρεῖ Ἁβραάμ τὸν κόσμον καθὼς εἶχεν ἡ ἡμέρα ἐκείνη, ἄλλους μὲν ἀροτριῶντας, ἑτέρους ἁμαξηγοῦντας, ἐν ἄλλῳ δὲ τόπῳ ποιμαινεύοντας, ἀλλαχοῦ ἀγραυλοῦντας, καὶ ὀρχουμένους καὶ παίζοντας καὶ κιθαρίζοντας, ἐν ἄλλῳ δὲ τόπῳ παλαίοντας καὶ δικαζομένους, ἀλλαχοῦ κλαίοντας, ἔπειτα καὶ τεθνεῶτας ἐν μνήματι ἀγομένους· εἶδεν δὲ καὶ νεονύμφους ὀψικευομένους· καὶ ἀπλῶς εἰπεῖν, εἶδεν πάντα τὰ ἐν κόσμῳ γινόμενα, ἀγαθά τε καὶ πονηρά. διερχόμενος οὖν ὁ Ἁβραὰμ εἶδεν ἄνδρας ξιφηφόρους, ἐν ταῖς χερσὶν αὐτῶν κρατοῦντας ξίφη ἠκονημένα, καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον· 4—6 καὶ τὰ ποιήμ. —ἔσομαι] καὶ οἵ τη ἐτούμε μετὰ πάντα καὶ νῦν ἑὰν μετα- στῷ τοῦ βίον ἀλήπτως ἔσωμαι (C)E 8—10 λέγων— ἀποθανεῖν με] καθὰ ἤκουσεν περὶ τοῦ Ἁβρ. B; om CE; ἃ παρὰ τοῦ Ἁ. ἤκουσεν D 16—20 ἔλαβεν —οἰκουμένην] ἔλαβεν τὸν Ἁ. ἐπὶ ὀχήματος ἐφ ὅλην τ. οἰκ. B 2 θεωρεῖ] ἑώρα A 20, 21 καὶ θεωρ.—τὸν κόσμον] om CDE 22 ἁμαξηγοῦντας B (-ιγ-); ἄμα ἐξηγοῦντας A; ἁμαξιζήτουντας C; ἁμαξοζυγοῦντας D; ἀμάξας ἠγοῦντας E ἐν ἄλλῳ—ποιμ.] om CDE 23, 24 καὶ ὀρχ. —κιθαρίζ.] om B 24 καὶ κιθαρίζ.] om CD παλαίοντας] ἀπολαβόντας D 25, 26 τεθν.— ὀψικ.] om B 26, 27 ὀψικ.— εἰπεῖν] om D 27 εἰπεῖν] om CE εἶδεν] om B ABCDER Τίνες εἰσιν οὗτοι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Οὗτοί εἰσιν κλέπται, οἱ βουλόμενοι φόνον ἐργάζεσθαι καὶ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι. εἶπεν δὲ Ἁβραάμ· Κύριε, κύριε, εἰσάκουσον τῆς φωνῆς μου καὶ κέλευσον ἵνα ἐξέλθωσιν θηρία ἐκ τοῦ δρυμοῦ καὶ καταφάγωσιν αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ ἐξῆλθον θηρία ἐκ τοῦ δρυμοῦ καὶ κατέφαγον αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἄνδρα μετὰ γυναικός εἰς ἀλλήλους πορνεύοντας, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ὅπως χάνῃ ἡ γῆ καὶ καταπίῃ αὐτούς. καὶ εὐθὺς ἐδιχάσθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἀνθρώπους διορύσσοντας οἶκον καὶ ἁρπάζοντας ἀλλότρια πράγματα, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ἵνα κατέλθῃ πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγῃ αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς. καὶ εὐθέως ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς τὸν ἀρχιστράτηγον, λέγων οὕτως· Κέλευσον, ὦ Μιχαὴλ ἀρχιστράτηγε, στῆναι τὸ ἅρμα, καὶ ἀπόστρεψον τὸν Ἁβραάμ, ἵνα μὴ ἴδῃ πᾶσαν τὴν οἰκουμένην· ἢν γὰρ ἴδῃ πάντας τοὺς ἐν ἁμαρτίᾳ διάγοντας, ἀπολέσει πᾶν τὸ ἀνάστημα· ἰδοὺ γὰρ ὁ Ἁβραὰμ οὐχ ἥμαρτεν, καὶ τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεᾷ· ἐγὼ δὲ ἐποίησα τὸν κόσμον, καὶ οὐ θέλω ἀπολέσαι ἐξ αὐτῶν οὐδένα, ἀναμένω δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρεψαι καὶ ζῇν αὐτόν· ἀνάγαγε δὲ τὸν Ἁβραάμ ἐν τῇ πρώτῃ πύλῃ τοῦ οὐρανοῦ, ὅπως θεάσηται ἐκεῖ τὰς κρίσεις καὶ ἀνταποδόσεις, καὶ μετανοήσῃ ἐπὶ τὰς ψυχὰς τῶν ἁμαρτωλῶν ἃς ἀπάλεσεν.