Ι. Ἔζησεν Ἁβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη ABCDEFR ἐννακόσια ἐνενήκοντα πέντε, πάντα δὲ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ ζήσας ἐν ἡσυχίᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ, πάνυ ὑπῆρχε φιλόξενος ὁ δίκαιος· πήξας γὰρ τὴν σκηνήν αὐτοῦ ἐν τετραοδίῳ τῆς δρυὸς τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ κοινόν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρόν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας. προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν πραγμάτων αὐτοῦ· ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας A =Par. Gr. 770. B= Cod. Hierosol. S. Sep. 66. C = Cod. Bodl. Canon. Gr. 19. D=Par. Gr. 1556. E=Cod. Vind. Theol. Gr. 237, F = Par. Gr. 1313. R=Roumanian Version. Tit. Διαθ. τοῦ ὁσίου πρς ἡμ. δικαίου πατριάρχου Ἁ. Διαλύων δὲ καὶ θανά- του πέραν, τὸ πῶς δεῖ ἕκαστος ἐτελεύτησεν εὐλ. Α; Διήγησις καὶ διαθ. τοῦ δικ. καὶ πατριάρχου Ἁ. Δηλοῖ δὲ καὶ τὴν πεῖραν τοῦ θανάτου αὐτοῦ εὐλ. δεσπ. B; Ἡ διαθ. τοῦ ὁσ. πρς ἡμ. καὶ δικ. Ἁ. δυαλύον δὲ καὶ τὴν τοῦ θαν. πειρ. εὐλ. C; λόγος ἐκ τοῦ βίου καὶ τῆς διαθ. τοῦ δικ. καὶ φιλοξένου Ἁ. D; Ἡ— θανάτου πόρον as C + τὸ πῶς δὴ ἕκαστος τελευτᾷ ανος. δεσπ. εὐλ. E; Διήγ. περὶ τῆς ζωῆς καὶ τοῦ θαν. τοῦ δικ. Ἁ., τὸ πός ἐδιετάχθη τῆς ζωῆς καὶ τῆ(ς) φυλοξενίας αὐτοῦ καὶ πὸς ἐδιελέγετο μετὰ τοῦ ἀγγέλου καὶ μετὰ τὸν θάνατον εὐλ. δ. F; for R cf. Introd. 2 ἐννακόσ.— πέντο] 999 years A; 95 F; 175 DER 10 ποτήριον] μυστή- ριον B 14, 15 ἵνα—πραγ.] om B ABCDEFR τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν εὐπορίᾳ βίου πολλοῦ καὶ πραγμάτων πολλῶν, καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος ἐν πάσῃ ἀγαθωσύνῃ, φιλόξενος καὶ φιλόστοργος ἕως τέλους τῆς ζωῆς αὐτοῦ· σὺ δὲ, ἀρχάγγελε Μιχαὴλ, ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφόρησον αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ σάματος καὶ πρός τὸν ἴδιον δεσπότην ἐλεύσῃ ἐν ἀγαθοῖς. ΙΙ. ἐξελθών δὲ ὁ ἀρχιστράτηγος ἐκ προσώπου τοῦ θεοῦ κατῆλθεν πρὸς τὸν Ἁβραὰμ ἐπὶ τὴν δρῦν τὴν Μαμβρῆ, καὶ εὗρεν τὸν δίκαιον Ἁβραὰμ ἐπὶ τὴν χώραν ἔγγιστα, ζεύγη βοῶν ἀροτριασμοῦ παρεδρεύοντα μετὰ τοὺς υἱοὺς Μασὲκ καὶ ἑτέροις παισὶν τὸν ἀριθμὸν δώδεκα· καὶ ἰδοὺ ὁ ἀρχιστράτηγος ἤρχετο πρὸς αὐτόν· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαὴλ μηκόθεν ἐρχόμενον, δίκην στρατιώτου εὐπρεπεστάτου, ἀναστάς τοίνυν ὁ Ἁβραὰμ ὑπήντησεν αὐτῷ καθότι .καὶ ἔθος εἶχεν, τοῖς ἐπιξένοις πᾶσιν προϋπαντῶν καὶ ὑποδεχόμενος· ὁ δὲ ἀρχιστράτηγος προχαιρετίσας αὐτὸν εἶπεν· Χαῖρε, τιμιώτατε πάτερ, δικαία ψυχὴ ἐκλεκτὴ τοῦ θεοῦ, φίλε γνήσιε τοῦ ἐπουρανίου. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Χαῖρε, τιμιώτατε στρατιώτα, ἡλιόρατε καὶ πανευπρεπέστατε ὑπὲρ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπον· καλῶς ἥκεις· τούτου χάριν αἰτοῦμαι τῆς σῆς παρουσίας πόθεν ἧκεν τὸ νέον τῆς ἠλικίας σου; δίδαξόν με τὸν σὸν ἱκέτην, πόθεν καὶ ἐκ ποίας στρατιᾶς καὶ ἐκ ποίας ὁδοῦ παραγέγονεν τὸ σὸν κάλλος; ὁ δὲ ἀρχιστράτηγος ἔφη· Ἐγὼ, δίκαιε Ἁβραὰμ, ἀπὸ τῆς μεγάλης πόλεως ἔρχομαι· παρὰ τοῦ μεγάλου βασιλέως ἀπεστάλην διαδοχήν φίλου αὐτοῦ γνησίου κομιζόμενος, ὅτι καὶ αὐτὸν ὁ βασιλεὺς προσκαλεῖται. καὶ ὁ Ἁβραὰμ εἶπεν· Δεῦρο, κύριέ μου, πορεύθητι 2 εὐπορίᾳ] ἐμπ. ACDEF 4 φιλόστοργος] φιλόχριστος A 17 μηκόθεν] ἀπὸ μακρόθεν CE 24 ἡλιόρατε—πανευπρ.] om CE 26 ἤκεις] ἔοικας AE; ἔηκας C; ἦκας BDR (?) 27 ἦκεν] ἡκαιὴ B; αἴηκεν (-ας E) CE; ἔοικεν A 31 διαδοχὴν] διὰ δοχὴν C 32 κομιζόμ.] ἀποκομίζομαι AD ; ἐπικομίζομαι CE μετʼ ἐμοῦ ἕως τῆς χέρας μου. καὶ φησὶν ὁ ἀρχιστράτηγος·  ABCDEFR Ἔρχομαι. ἀπελθόντες δὲ ἐν τῇ χώρᾳ τοῦ ἀροτριασμοῦ ἐκαθέσθησαν πρὸς ὁμιλίαν. εἶπεν δὲ Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ τοῖς υἱοῖς Μασέκ· Ἀπέλθατε εἰς τὴν ἀγέλην τῶν ἵππων καὶ ἐνέγκατε δύο ἵππους εὐμενεῖς καὶ ἡμέρους δεδαμασμένους ὅπως ἐγκαθεσθῶμεν ἐγώ τε καὶ ὁ ἄνθρωπος οὗτος ὁ ἐπίξενος. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Μὴ, κύριέ μου Ἁβραὰμ, μὴ ἐνέγκωσιν ἵππους, ὅτι ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· μὴ γὰρ ὁ ἐμὸς βασιλεὺς οὐκ ἦν πλούσιος ἐν ἐμπορίᾳ πολλῇ, ἔχων ἐξουσίαν καὶ ἀνθρώποις καὶ κτήνεσιν παντοίοις; ἀλλʼ ἐγὼ ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζώου τετραπόδου ποτέ· ἀπέλθωμεν οὖν, δικαία ψυχή, πεζεύοντες ἕως τοῦ οἴκου σου μετεωριζόμενοι. καὶ εἶπεν Ἁβραάμ· Ἀμὴν, γέοιτο. III. ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν αὐτοῦ, κατὰ τῆς ὁδοῦ ἐκείνης ἵστατο δένδρον κυπάρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν τὸ δένδρον ἀνθρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν. ἔκρυψεν δὲ Ἁβραὰμ τὸ μυστήριον, νομίσας ὅτι ὁ ἀρχιστράτηγος τὴν φωνὴν τοῦ δένδρου οὐκ ἤκουσεν. ἐλθόντες δὲ πλησίον τοῦ οἴκου ἐν τῇ αὐλῇ ἐκαθέσθησαν· καὶ ἰδὼν ὁ Ἰσαὰκ τὴν πρόσωψιν τοῦ ἀγγέλου εἶπεν πρὸς Σάρραν τὴν μητέρα αὐτοῦ· Κυρία μου μῆτερ, ἰδοὺ ὁ ἄνθρωπος ὁ καθεζόμενος μετὰ τοῦ πατρός μου Ἁβραὰμ υἱὸς οὐκ ἔστιν ἀπὸ τοῦ γένους τῶν κατοικούντων ἐπὶ τῆς γῆς. καὶ ἔδραμεν Ἰσαὰκ, καὶ προσεκύνησεν αὐτὸν καὶ προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου· καὶ ὁ ἀσώματος ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· Χαρίσεταί σοι κύριος ὁ θεὸς τὴν ἐπαγγελίαν αὐτοῦ ἣν ἐπηγγείλατο τῷ πατρί σου Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, καὶ χαρίσεταί σοι καὶ τὴν τιμίαν εὐχὴν τοῦ πατρός σου καὶ τῆς μητρός σου. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Τέκνον Ἰσαὰκ, ἄντλησον ὕδωρ 4 ἀγέλην] ἀγωγὴν B 6 δεδαμασμ.] δεδεμένους B 8 ἀπέχομαι] ἀπέσχομαι (ἀν- A) AB 9—13 μὴ γὰρ— ποτέ] om CDER 19, 20 κς ὁ θς ὁ προσκ.— ἀγ. αὐτόν] “The Lord God calls thee” R 2 αὐτὸν (pri.)] ἑαυτὸν ACE, om B 22 ἐλθόντες] ἐλθὼν AB 28 αὐτὸν κ. προσέπ.] om B ABCDEFR  ἀπὸ τοῦ φρέατος καὶ ἔνεγκέ μοι ἐπὶ τῆς λεκάνης ἵνα νίψωμεν τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξένου τοὺς πόδας, ὅτι ἀπὸ μακρᾶς ὁδοῦ πρὸς ἡμᾶς ἐλθὼν ἐκοπίασεν. δραμὼν δὲ Ἰσαὰκ εἰς τὸ φρέαρ ἤντλησεν ὕδωρ ἐπὶ τῆς λεκάνης καὶ ἤνεγκεν πρὸς αὐτούς· προσελθὼν δὲ Ἁβραὰμ ἔνιψεν τοὺς πόδας τοῦ ἀρχιστρατήγου Μιχαήλ· ἐκινήθησαν δὲ τὰ σπλάγχνα τοῦ Ἁβραὰμ καὶ ἐδάκρυσεν ἐπὶ τὸν ξένον. ἰδὼν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτός· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας συνεδάκρυσεν καὶ αὐτὸς μετʼ αὐτῶν, καὶ ἔπιπτον τὰ δάκρυα τοῦ ἀρχιστρατήγου ἐπὶ τῆς λεκάνης εἰς τὸ ὕδωρ τοῦ νιπτῆρος, καὶ ἐγένοντο λίθοι πολύτιμοι· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸ θαῦμα καὶ ἐκπλαγεὶς ἔλαβεν τοὺς λίθους κρυφαίως καὶ ἔκρυψεν τὸ μυστήριον, μόνος ἔχων ἐν τῇ καρδίᾳ αὐτοῦ. IV. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Ἄπελθε, υἱέ μου ἀγαπητὲ, εἰς τὸ ταμεῖον τοῦ τρικλίνου καὶ καλλώπισον αὐτό· στρῶσον δὲ ἡμῖν ἐκεῖ δύο κλινάρια, ἕνα ἐμὸν καὶ ἕνα τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξενισθέντος ἡμῖν σήμερον· ἑτοίμασον δὲ ἡμῖν ἐκεῖ δίφρον καὶ λυχνίαν καὶ τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ· καλλώπισον τὸ οἴκημα, τέκνον, καὶ ὑφάπλωσον σινδόνας καὶ πορφύραν καὶ βύσσον· θυμίασον πᾶν τίμιον καὶ ἔνδοξον θυμίαμα, καὶ βοτάνας εὐόσμους ἐκ τοῦ παραδείσου ἐνέγκας πλήρωσον τὸν οἶκον ἡμῶν· ἄναψον λύχνους ἑπτὰ διελαίους ὅπως εὐφρανθῶμεν, ὅτι ὁ ἀνὴρ οὗτος ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον ἐνδοξότερος ὑπάρχει βασιλέων καὶ ἀρχόντων, ὅτι καὶ ἡ ὅρασις αὐτοῦ ὑπερφέρει πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ὁ δὲ Ἰσαὰκ ἡτοίμασεν πάντα καλώς· παραλαβὼν δὲ Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαὴλ, ἀνῆλθεν ἐν τῷ οἰκήματι τοῦ τρικλίνου, καὶ ἐκαθέσθησαν ἀμφότεροι ἐπὶ τὰ κλινάρια, μέσον δὲ αὐτῶν προῆγε τράπεζαν ἐν ἀφθονίᾳ παντός ἀγαθοῦ. ἐγερθεὶς οὖν ὁ ἀρχιστράτηγος ἐξῆλθεν ἔξω, ὡς δῆθεν γαστρὸς χρείᾳ ὕδατος χύσιν ποιῆσαι, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν ἐν ῥιπῇ ὀφθαλμοῦ καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ, καὶ εἶπεν πρὸς αὐτόν· Δέσποτα κύριε, ἵνα 12 πολυτ.] ἀτίμητοι ἤγουν πολύτιμοι B 18 ἐπιξενισθ.] ἐπιξενωθέντος B 20 ἀφθονίᾳ] εὐθυνία CE 23 ἐνέγκας] ναύκας CE 33 χρείᾳ ὕδατος χύσιν] χρείαν ποιήσασθαι CE γινώσκῃ τὸ σὸν κράτος ὅτι ἐγὼ τὴν μνήμην τοῦ θανάτου ABCDEFR πρὸς τὸν δίκαιον ἄνδρα ἐκεῖνον ἀναγγεῖλαι οὐ δύναμαι, ὅτι οὐκ εἶδον ἐπὶ τῆς γῆς ἄνθρωπον ὅμοιον αὐτοῦ, ἐλεήμονα, φιλόξενον, δίκαιον, ἀληθινὸν, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ νῦν γίνωσκε, κύριε, ὅτι ἑγὼ τὴν μνείαν τοῦ θανάτου ἀναγγεῖλαι οὐ δύναμαι. ὁ δὲ κύριος εἶπεν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς τὸν φίλον μου Ἁβραὰμ, καὶ ὅτι ἐὰν λέγῃ σοι, τοῦτο καὶ ποίει. καὶ ὅτι ἐὰν ἐσθίῃ, ἔσθιε καὶ σὺ μετʼ αὐτοῦ· ἐγὼ δὲ ἐπιβαλῶ τὸ πνεῦμά μου τὸ ἅγιον ἐπὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ, καὶ ῥίψω τὴν μνήμην τοῦ θανάτου αὐτοῦ εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ, ἵνα καὶ αὐτὸς ἐν ὀνείρῳ θεάσηται τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Ἰσαὰκ δὲ ἀναγγελεῖ τὸ ὅραμα, σὺ δὲ διακρινεῖς· καὶ αὐτὸς γνώσεται τὸ τέλος αὐτοῦ. καὶ ὁ ἀρχιστράτηγος εἶπεν· Κύριε, πάντα τὰ ἐπουράνια πνεύματα ὑπάρχουσιν ἀσώματα, καὶ οὔτε ἐσθίουσιν οὔτε πίνουσιν καὶ οὗτος δὲ ἐμοὶ τράπεζαν παρέθετο ἐν ἀφθονίᾳ πάντων ἀγαθῶν τῶν ἐπιγείων καὶ φθαρτῶν· καὶ νῦν, κύριε, τί ποιήσω; πῶς διαλάθωμαι τοῦτον, καθήμενος ἐν μιᾷ τραπέζῃ μετʼ αὐτοῦ; ὁ δὲ κύριος εἶπεν· Κάτελθε πρὸς αὐτὸν, καὶ περὶ τούτου μή σοι μελείτω· καθεζομένου γὰρ σοῦ μετʼ αὐτοῦ ἐγὼ ἀποστελῶ ἐπί σε πνεῦμα παμφάγον, καὶ ἀναλίσκει ἐκ τῶν χειρῶν σου καὶ διὰ τοῦ στόματός σου πάντα τὰ ἐπὶ τῆς τραπέζης· καὶ συνευφράνθητι μετʼ αὐτοῦ ἐν πᾶσιν· μόνον τὰ τοῦ ὁράματος διακρινεῖς καλῶς ὅπως ἂν γνώσεται Ἁβραὰμ τὴν τοῦ θανάτου δρεπάνην, καὶ τὸ τοῦ βίου ἄδηλον πέρας, καὶ ἵνα ποιήσῃ διάταξιν περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ὅτι ηὐλόγησα αὐτὸν ὑπὲρ ἄμμον θαλάσσης, καὶ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. V. τότε ὁ ἀρχιστράτηγος κατῆλθεν εἰς τὸν οἶκον τοῦ Ἁβραὰμ καὶ ἐκαθέσθη μετʼ αὐτοῦ ἐν τῇ τραπέζῃ, Ἰσαὰκ δὲ ὑπηρέτει αὐτοῖς· τελεσθέντος δὲ τοῦ δείπνου ἐποίησεν Ἁβραὰμ τὴν κατὰ ἔθος εὐχὴν, καὶ ὁ ἀρχάγγελος ηὔχετο μετʼ αὐτοῦ, καὶ ἀνεπαύσαντο ἕκαστος εἰς τὴν κλίνην ABCDERF def. 2—6 ὅτι οὐκ— δύναμαι] om A by homœoteleuton 18 ἐπιγ. κ. φθ.] ἐπιγείων παρέχουσι B; ἑπιφθαρτῶν C; ἐπιγ. φθαρτῶν ADE (A ἀφθάρτων] 33 καὶ ὁ ἄγγελος ὁμίος F ends thus 34 ἀνεπαύσαντο] AD (-ατο D); ἀνέπεσεν CE; ἔπεσεν B ABCDERF def. αὐτοῦ. εἷπεν δὲ Ἰσαὰκ πρὸς τὸν πατέρα αὐτοῦ· Πάτερ, ἤθελα κἀγὼ ἀναπαῆναι μεθʼ ὑμῶν ἐν τῷ τρικλίνῳ τούτῳ, ἵνα ἀκούσω κἀγὼ τὰ διαλεγόμενα ὑμῶν· ἀγαπῶ γὰρ ἀκούειν τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ παναρέτου ἀνδρὸς τούτου. εἶπεν δὲ Ἁβραάμ· Οὐχὶ, τέκνον, ἀλλὰ ἄπελθε ἐν τῷ σῷ τρικλίνῳ καὶ ἀναπαύσαι ἐν τῇ κλίνῃ σου, ἵνα μὴ γινώμεθα ἐπιβαρεῖς τῷ ἀνθρώπῳ τούτῳ. τότε Ἰσαὰκ λαβὼν τὴν εὐχὴν παρʼ αὐτῶν, καὶ εὐλογήσας, ἀπῆλθεν ἐν τῷ ἰδίῳ τρικλίνῳ καὶ ἀνέπεσεν ἐπὶ τὴν κλινὴν αὐτοῦ· ἔρριψεν δὲ ὁ θεὸς τὴν μνήμην τοῦ θανάτου εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ ὡς ἐν ὀνείροις· καὶ περὶ ὥραν τρίτην τῆς νυκτὸς διυπνισθεὶς Ἰσαὰκ ἀνέστη ἀπὸ τῆς κλίνης αὐτοῦ καὶ ἦλθεν δρομαίως ἕως τοῦ τρικλίνου ἔνθα ὁ πατὴρ αὐτοῦ ἦν κοιμώμενος μετὰ τοῦ ἀρχαγγέλου. φθάσας οὖν Ἰσαὰκ πρὸς τὴν θύραν ἔκραζεν λέγων· Πάτερ Ἁβραὰμ, ἀναστὰς ἄνοιξόν μοι ταχέως, ὅπως εἰσέλθω καὶ κρεμασθῶ ἐν τῷ τραχήλῳ σου καὶ ἀσπάσωμαί σε πρὶν ἤ σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀναστὰς οὖν Ἁβραὰμ ἤνοιξεν αὐτῷ· εἰσελθὼν δὲ Ἰσαὰκ ἐκρεμάσθη ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἤρξατο κλαίειν φωνῇ μεγάλῃ. συγκινηθεὶς οὖν τὰ σπλάγχνα ὁ Ἁβραὰμ ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτοῦ φωνῇ μεγάλῃ· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· Σάρρα δὲ ὑπάρχουσα ἐν τῇ σκηνῇ αὐτῆς ἤκουσεν τοῦ κλαυθμοῦ αὐτῶν καὶ ἠλθεν δρομαία ἐπʼ αὐτοὺς, καὶ εὖρεν αὐτοὺς περιπλακομένους καὶ κλαίοντας· καὶ εἶπεν Σάρρα μετὰ κλαυθμοῦ· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν τοῦτο ὅτι κλαίετε; ἀνάγγειλόν μοι, κύριέ μου, μὴ οὗτος ὁ ἀδελφὸς ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον φάσιν ἤνεγκέν σοι περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ, ὅτι ἀπέθανεν, καὶ διὰ τοῦτο πενθεῖτε οὕτως; ὑπολαβὼν δὲ ὁ ἀρχιστράτηγος εἶπεν πρὸς αὐτήν· Οὐχὶ, ἀδελφὴ Σάρρα, οὐκ ἔστιν οὕτως ὡς σὺ λέγεις· ἀλλὰ ὁ υἱός σου Ἰσαὰκ, ὡς ἐμοὶ δοκεῖ, ὄνειρον ἐθεάσατο, 7 ἐπιβ. τῷ ἀνθρ.] ἐπιβαρὺς τοῦ A; παρενοχλεῖς τὸν B; ὑτοβαρεῖς τοῦ CDE 8 καὶ εὐλ.] om ACDER 20 Here a long section is omitted by CDER but contained in AB. The text of CDER is as follows: τράχηλον τοῦ πατρὸς αὐτοῦ καὶ ἤρξατο κλαίειν φων μεγάλῃ· καὶ ἔκλαυσεν Ἁβραάμ· ἰδὼν δὲ ὁ ἀρ- χιστρ. κλαίοντας ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτῶν· καταλιπὼν δὲ Ἁ. λέγει (see p. 83, 1. 30). καὶ ἦλθεν πρὸς ἡμᾶς κλαίων, καὶ ἡμεῖς τοῦτον ἰδόντες τὰ ABCDER σπλάγχα συνεκινήθημεν, καὶ ἐκλαύσαμεν.