96. Δόξα ὑπόληψις μετὰ πίστεως λογική· λόγιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου. 97. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ’ ἧς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος. 98. Ἕξις διάθεσις ψυχῆς καθ’ ἣν ποιοί τινες λεγόμεθα. 99. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας. 100. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος σύνθετος ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.